ȻINDEXNDHELLENEROMAINFRANCAISTECHNIQUELEMMECONFLITBAILLYMINIDICOGUÉMATRIECODE

MATTHIEUMARCLUCJEANACTES

ROMAINS1CORINTHIENS2CORINTHIENSGALATESEPHESIENSPHILIPPIENSCOLOSSIENS

1THESSALONICIENS2THESSALONICIENS1TIMOTHEE2TIMOTHEETITEPHILEMONHEBREUX

JACQUES1PIERRE2PIERRE1JEAN2JEAN3JEANJUDAS[ APOCALYPSE ]


CH1CH2CH3CH4CH5CH6CH7[ CH8 ]CH9CH10CH11CH12CH13CH14CH15CH16CH17CH18CH19CH20CH21CH22

V1V2V3V4V5V6V7V8V9V10V11V12V13

APOCALYPSE 8 1 EL RO FR TE
APPARAT_CRITIQUE2016¶ 8,1⸀οτε א P 046. 1854. 2053. 2329. 2344. 2351 𝔐 ¦txt A C 1006. 1611. 1841
SINAITICUS_A360Και οτε ηνοιξεν την σφραγιδα την εβδομην εγενετο σιγη εν τω Ο̅Υ̅Ν̅Ω̅ ως ειμιωριον
ALEXANDRINUS_A390Και οταν ηνοιξεν την σφραγιδα τηˉ εβδομην εγενετο σιγη εν τω Ο̅Υ̅Ν̅Ω̅ ως ειμιωρον
EPHRAEMI_RESCRIPTUS_A410Και οταν ηνοιξεν την σφραγειδα την εβδομην εγενετο σειγη εν τω Ο̅Υ̅Ν̅Ω̅ ως ημιωρον
NOUVELLE_DISPOSITION2023Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
NESTLE_ALAND_282016Καὶ ⸀ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. 
WESTCOTT_HORT1885Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμίωρον.
SBL2011Καὶ ⸀ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
TISCHENDORF1872Καὶ ὅταν ἤνοιξεν την σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡσ ἡμιώριον.
ROBINSON_ET_PIERPONT2019Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
STEPHANUS1550Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον·
SCRIVENER1894Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
KING_JAMES2020Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.


APOCALYPSE 8 2 EL RO FR TE
APPARAT_CRITIQUE2016• 2⸀εδοθη A syh
SINAITICUS_A360Και ιδον τους επτα αγγελους οι ενωπιον του Θ̅Υ̅ εστηκασιν και εδοθησαˉ αυτοις επτα σαλπιγγες
ALEXANDRINUS_A390Και ιδον τους επτα αγγελους οι ενωπιον του Θ̅Υ̅ εστηκασιν και εδοθη αυτοις επτα σαλπιγγες
EPHRAEMI_RESCRIPTUS_A410Και ιδον τους επτα αγγελους οι ενωπιον του Θ̅Υ̅ εστηκασιν και εδοθησαν αυτοις επτα σαλπιγγες
NOUVELLE_DISPOSITION2023Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
NESTLE_ALAND_282016Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ⸀ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. 
WESTCOTT_HORT1885καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
SBL2011καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
TISCHENDORF1872καὶ ἴδον τοὺσ ἑπτὰ ἀγγέλουσ οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖσ ἑπτὰ σάλπιγγεσ.
ROBINSON_ET_PIERPONT2019Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
STEPHANUS1550καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους, οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι· καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
SCRIVENER1894καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
KING_JAMES2020Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασιν· καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.


APOCALYPSE 8 3 EL RO FR TE
APPARAT_CRITIQUE2016• 3⸂το θυσιαστηριον A P 1006. 1611. 1841. 1854. 2053. 2329 𝔐A |δωση P 046. 1854. 2329. 2344. 2351 𝔐 ¦δω 1006. 1841. 2053 ¦txt א A C 1611 |τας προσευχας 𝔐A gig; Tyc ¦των προσευχων 1611 |° א 2329
SINAITICUS_A360Και αλλος αγγελος ηλθεν και εσταθη επι του θυσιαστηριου εχων λιβανωτον χρυσουˉ και εδοθη αυτω θυμιαματα πολλα ινα δωσει ταις προσευχαις των αγιωˉ παντων επι το θυσιαστηριον το χρυσουν ενωπιον του θρονου
ALEXANDRINUS_A390Και αλλος αγγελος ηλθεν και εσταθη επι το θυσιαστηριον εχων λιβανωτον χρυσουν και εδοθη αυτω θυμιαματα πολλα ινα δωσει ταις προσευχαις των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου
EPHRAEMI_RESCRIPTUS_A410Και αλλος αγγελος ηλθεν και εσταθη επι του θυσιαστηριον εχων λιβανοντο χρυσουν και εδοθη αυτω θυμιαματα πολλα ινα δωσει ταις προσευχαις των αγιων παντωˉ επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου
NOUVELLE_DISPOSITION2023Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
NESTLE_ALAND_282016Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ ⸂τοῦ θυσιαστηρίου⸃ ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα ⸀δώσει ⸄ταῖς προσευχαῖς⸅ τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν °τὸ ἐνώπιον τοῦ θρόνου.
WESTCOTT_HORT1885Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
SBL2011Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα ⸀δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
TISCHENDORF1872καὶ ἄλλοσ ἄγγελοσ ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσει ταῖσ προσευχαῖσ τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
ROBINSON_ET_PIERPONT2019Καὶ ἄλλος ἄγγελος ἦλθεν, καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου, ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
STEPHANUS1550Καὶ ἄλλος ἄγγελος ἦλθε, καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
SCRIVENER1894Καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον, ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
KING_JAMES2020Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον, ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.


APOCALYPSE 8 4 EL RO FR TE
APPARAT_CRITIQUE2016• 4° א*
SINAITICUS_A360Και αναβη καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χιρος του αγγελου ενωπιον του Θ̅Υ̅
SINAITICUS_B360Και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χιρος του αγγελου ενωπιον του Θ̅Υ̅
ALEXANDRINUS_A390Και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις τωˉ αγιων εκ χειρος του αγγελου ενωπιον του Θ̅Υ̅
EPHRAEMI_RESCRIPTUS_A410Και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χειρος του αγγελου ενωπιον του Θ̅Υ̅
NOUVELLE_DISPOSITION2023καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
NESTLE_ALAND_282016καὶ ἀνέβη °ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
WESTCOTT_HORT1885καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
SBL2011καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
TISCHENDORF1872καὶ ἀνέβη ὁ καπνὸσ τῶν θυμιαμάτων ταῖσ προσευχαῖσ τῶν ἁγίων ἐκ χειρὸσ τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
ROBINSON_ET_PIERPONT2019Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
STEPHANUS1550καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων, ἐκ χειρὸς τοῦ ἀγγέλου, ἐνώπιον τοῦ Θεοῦ.
SCRIVENER1894καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.
KING_JAMES2020Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων, ταῖς προσευχαῖς τῶν ἁγίων, ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.


APOCALYPSE 8 5 EL RO FR TE
APPARAT_CRITIQUE2016• 5⸀ελαβον A |1 4 5 1006 ¦1 4 5 2 3 A 2329. 2344 syh ¦3 2 1 4 5 P 1854. 2053 𝔐A; Tyc Bea ¦txt 𝔓¹¹⁵vid א 046. 1611vid. 1841. 2351 𝔐K latt sy
SINAITICUS_A360Και ειληφεν ο αγγελος τοˉ λιβανωτον και εγεμισεν αυτον εκ του πυρος του θυσιαστηριου και εβαλεν εις την γηˉ και εγενοντο βροˉται και φωναι και αστραπαι και σεισμος
ALEXANDRINUS_A390Και ειληφεν ο αγγελος τον λιβανωτον και εγεμισεν αυτον εκ του πυρος του θυσιαστηριου και ελαβον εις την γην και εγενοˉτο βρονται και αστραπαι και φωναι και σισμος
NOUVELLE_DISPOSITION2023καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
NESTLE_ALAND_282016καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ⸀ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο ⸂βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ⸃ καὶ σεισμός.
WESTCOTT_HORT1885καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
SBL2011καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
TISCHENDORF1872καὶ εἴληφεν ὁ ἄγγελοσ τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸσ τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰσ τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμόσ.
ROBINSON_ET_PIERPONT2019Καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
STEPHANUS1550καὶ εἴληφεν ὁ ἄγγελος τὸ λιβανωτὸν, καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
SCRIVENER1894καὶ εἴληφεν ὁ ἄγγελος τὸ λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
KING_JAMES2020Καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν: καὶ ἐγένοντο φωναὶ, καὶ βρονταὶ, καὶ ἀστραπαὶ, καὶ σεισμός.


APOCALYPSE 8 6 EL RO FR TE
APPARAT_CRITIQUE2016• 6° א 2053. 2351 |εαυτους א² P 046. 1006. 1611. 1841. 1854. 2053. 2329 𝔐 ¦txt א* A 2351
SINAITICUS_A360Και οι επτα αγγελοι εχοντες τας επτα σαλπιγγας ητοιμασαν αυτους ινα σαλπισωσιν
SINAITICUS_B360Και οι επτα αγγελοι εχοντες τας επτα σαλπιγγας ητοιμασαν εαυτους ινα σαλπισωσιν
ALEXANDRINUS_A390Και οι επτα αγγελοι οι εχοντες τας επτα σαλπιγγας ητοιμασαν αυτους ινα σαλπισωσιˉ
NOUVELLE_DISPOSITION2023Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν.
NESTLE_ALAND_282016Καὶ οἱ ἑπτὰ ἄγγελοι °οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ⸀αὐτοὺς ἵνα σαλπίσωσιν.
WESTCOTT_HORT1885Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς ἵνα σαλπίσωσιν.
SBL2011Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ⸀αὑτοὺς ἵνα σαλπίσωσιν.
TISCHENDORF1872Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντεσ τὰσ ἑπτὰ σάλπιγγασ ἡτοίμασαν αὐτοὺσ ἵνα σαλπίσωσιν.
ROBINSON_ET_PIERPONT2019Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσιν.
STEPHANUS1550Καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ σάλπιγγας, ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.
SCRIVENER1894Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.
KING_JAMES2020Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν εαὐτοὺς ἵνα σαλπίσωσιν.


APOCALYPSE 8 7 EL RO FR TE
APPARAT_CRITIQUE2016• 7⸆αγγελος 2329 𝔐A it vgww samss bo; Tyc |μεμιγμενον א P 𝔐A ar sams bomss; Tyc Bea |° 𝔐A vgmss | 1854 |⸋¹ 046*. 2053 (et cf ⸋²) gig sa |⸋² 2053
SINAITICUS_A360Και ο πρωτος εσαλπισεν και εγενετο χαλαζα και πυρ μεμιγμενον εν αιματι και εβληθη εις τηˉ γην και το τριτον της γης κατεκαη και το τριτον των δενδρων κατεκαη και πας χορτος χλωρος κατεκαη
ALEXANDRINUS_A390Και ο πρωτος εσαλπισεν και εγενετο χαλαζα και πυρ μεμιγμενα εν αιματι και εβληθη εις την γηˉ και το τριτον της γης κατεκαη και το τριτον των δενδρων κατεκαη και πας χορτος χλωρος κατεκαη
NOUVELLE_DISPOSITION2023Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
NESTLE_ALAND_282016Καὶ ὁ πρῶτος ⸆ ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ ⸀μεμιγμένα °ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν, ⸋καὶ τὸ τρίτον τῆς γῆς κατεκάη⸌ ⸋¹καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη⸌ ⸋²καὶ πᾶς χόρτος χλωρὸς κατεκάη⸌.
WESTCOTT_HORT1885Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
SBL2011Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
TISCHENDORF1872καὶ ὁ πρῶτοσ ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένον ἐν αἵματι, καὶ ἐβλήθη εἰσ τὴν γῆν· καὶ τὸ τρίτον τῆσ γῆσ κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶσ χόρτοσ χλωρὸσ κατεκάη.
ROBINSON_ET_PIERPONT2019Καὶ ὁ πρῶτος ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
STEPHANUS1550Καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
SCRIVENER1894Καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
KING_JAMES2020Καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν: καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.


APOCALYPSE 8 8 EL RO FR TE
APPARAT_CRITIQUE2016• 8° א 2053 syph |°¹ 046 𝔐K syph; Tyc
SINAITICUS_A360Και ο δευτερος εσαλπισεν και ως ορος μεγα πυρι καιομενον εβληθη εις την θαλασσαν και εγενηθη το τριτον της θαλασσης αιμα
ALEXANDRINUS_A390Και ο δευτερος αγγελος εσαλπισεν και ως ορος μεγα πυρι καιομενον εβληθη εις την θαλασσαν και εγενετο το τριτοˉ της θαλασσης αιμα
NOUVELLE_DISPOSITION2023Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα
NESTLE_ALAND_282016Καὶ ὁ δεύτερος °ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα °¹πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα
WESTCOTT_HORT1885Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
SBL2011Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα ⸀πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
TISCHENDORF1872Καὶ ὁ δεύτεροσ ἄγγελοσ ἐσάλπισεν· καὶ ὡσ ὄροσ μέγα πυρὶ καιόμενον ἐβλήθη εἰσ τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆσ θαλάσσησ αἷμα,
ROBINSON_ET_PIERPONT2019Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγα καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα·
STEPHANUS1550Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης, αἷμα,
SCRIVENER1894Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα·
KING_JAMES2020Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν: καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα·


APOCALYPSE 8 9 EL RO FR TE
APPARAT_CRITIQUE2016• 9⸆μερος א 1611. 2344 |° 046. 1611 𝔐 |ψυχην א syph; Tyc
SINAITICUS_A360και απεθανε το τριτοˉ μερος των κτισματων των εν τη θαλασση τα εχοντα ψυχην και το τριτον των πλοιων διεφθαρησαν
ALEXANDRINUS_A390και απεθανεˉ το τριτον των κτισματων̣ [των] εν τη θαλασση τα εχοντα ψ[υχας] και το τριτον των πλοιων δ[ιεφθα]ρησαν
NOUVELLE_DISPOSITION2023καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχὰς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.
NESTLE_ALAND_282016καὶ ἀπέθανεν τὸ τρίτον ⸆ τῶν κτισμάτων °τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ⸀ψυχὰς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.
WESTCOTT_HORT1885καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.
SBL2011καὶ ἀπέθανε τὸ τρίτον ⸀τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων ⸀διεφθάρησαν.
TISCHENDORF1872καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάσ, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.
ROBINSON_ET_PIERPONT2019καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
STEPHANUS1550καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχὰς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
SCRIVENER1894καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
KING_JAMES2020Καὶ ἀπέθανεν, τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς· καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.


APOCALYPSE 8 10 EL RO FR TE
APPARAT_CRITIQUE2016• 10⸋ A
SINAITICUS_A360Και ο τριτος αγγελος εσαλπισεν και επεσεν εκ του Ο̅Υ̅Ν̅Ο̅Υ̅ αστηρ μεγας καιομενος ως λαμπας και επεσεν επι το τριτον των ποταμων και επι τας πηγας των υδατων
ALEXANDRINUS_A390Και ο τριτος αγγ[ελος] εσαλπισεν και επεσεν εκ του̣ [Ο̅Υ̅Ν̅Ο̅Υ̅] αστηρ μεγας καιομενος ωσ̣ [λαμ]πας και επεσεν επι το τριτον [των] ποταμων
NOUVELLE_DISPOSITION2023Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπὰς καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
NESTLE_ALAND_282016Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπὰς καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν ⸋καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων⸌,
WESTCOTT_HORT1885Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
SBL2011Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
TISCHENDORF1872Καὶ ὁ τρίτοσ ἄγγελοσ ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγασ καιόμενοσ ὡσ λαμπάσ, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰσ πηγὰσ τῶν ὑδάτων.
ROBINSON_ET_PIERPONT2019Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
STEPHANUS1550Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπὰς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων·
SCRIVENER1894Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων.
KING_JAMES2020Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας, καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων·


APOCALYPSE 8 11 EL RO FR TE
APPARAT_CRITIQUE2016• 11⸂Αψινθος א² 2053. 2329 ¦Αψινθιον א* 2344 h vgcl; Tyc Bea |αψινθιον א 1611. 2329 lat syph |επι A ¦απο 1854
SINAITICUS_A360Και το ονομα του αστερος λεγεται Αψινθιον και λεγεται και εγενετο το τριτον των υδατων εις αψινθιον και πολλοι των Α̅Ν̅Ω̅Ν̅ απεθανον εκ των υδατων οτι επικρανθησαν
SINAITICUS_B360Και το ονομα του αστερος λεγεται Αψινθος και εγενετο το τριτον των υδατων εις αψινθιον και πολλοι των Α̅Ν̅Ω̅Ν̅ απεθανον εκ των υδατων οτι επικρανθησαν
ALEXANDRINUS_A390Και το ονομα του ασ̣[τε]ρος λεγεται ο Αψινθος και εγε[νε]το το τριτον των υδατων εις αψ̣[ινθοˉ] και πολλοι των Α̅Ν̅Ω̅Ν̅ απεθανον επι των υδατων οτι επικρανθησα̣[ˉ]
NOUVELLE_DISPOSITION2023καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος, καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν.
NESTLE_ALAND_282016καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ⸂ὁ Ἄψινθος⸃, καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ⸀ἄψινθον καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ⸁ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν.
WESTCOTT_HORT1885καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
SBL2011καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται· ⸀ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
TISCHENDORF1872καὶ τὸ ὄνομα τοῦ ἀστέροσ λέγεται ὁ ἄψινθοσ. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰσ ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
ROBINSON_ET_PIERPONT2019Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος· καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
STEPHANUS1550καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος· καὶ γίνεται τὸ τρίτον εἰς ἄψινθον, καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
SCRIVENER1894καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος· καὶ γίνεται τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
KING_JAMES2020Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος: καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον· καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.


APOCALYPSE 8 12 EL RO FR TE
APPARAT_CRITIQUE2016• 12⸂το τριτον αυτης μη φανη η (— 2351) ημερα 046. 2351 𝔐K ¦txt (vel φανῆ) א A 1006. 1611. 1841. 1854. 2053. (— η 2329; φαινη P 𝔐A) gig sy
SINAITICUS_A360Και ο τεταρτος αγγελος εσαλπισεν και επληγη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων ινα σκοτισθη το τριτον αυτων και η ημερα μη φανη το τριτον αυτης και η νυξ ομοιως
ALEXANDRINUS_A390Και ο τεταρτος αγγελος εσαλπισεˉ και επληγη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων ινα σκοτισθη το τριτον αυτων και η ημερα μη φανη το τεταρτον αυτης και η νυξ ομοιως
NOUVELLE_DISPOSITION2023Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς καὶ ἡ νὺξ ὁμοίως.
NESTLE_ALAND_282016Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ⸂ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς⸃ καὶ ἡ νὺξ ὁμοίως.
WESTCOTT_HORT1885Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
SBL2011Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ⸂ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς⸃, καὶ ἡ νὺξ ὁμοίως.
TISCHENDORF1872Καὶ ὁ τέταρτοσ ἄγγελοσ ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆσ σελήνησ καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆσ, καὶ ἡ νὺξ ὁμοίωσ.
ROBINSON_ET_PIERPONT2019Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.
STEPHANUS1550Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὑτῆς, καὶ ἡ νὺξ ὁμοίως.
SCRIVENER1894Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
KING_JAMES2020Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου, καὶ τὸ τρίτον τῆς σελήνης, καὶ τὸ τρίτον τῶν ἀστέρων· ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.


APOCALYPSE 8 13 EL RO FR TE
APPARAT_CRITIQUE2016• 13⸀(14,6) αγγελου P 𝔐A |° 2329 vgmss; Tyc |τοις κατοικουσιν A P 1006. 1841. 2329 𝔐A ¦txt א 046. 1611. 1854. 2053. 2351 𝔐K
SINAITICUS_A360Και ειδοˉ και ηκουσα αετου πετομενου μεσουρανηματι λεγοντος φωνη μεγαλη Ουαι ουαι ουαι τους κατοικουντας επι της γης εκ των λοιπων φωνων της σαλπιγγος των τριων αγγελων των μελλοντων σαλπιζειν
ALEXANDRINUS_A390Και ιδον και ηκουσα ενος αετου πετομενου εν μεσουρανηματι λεγοντος φωνη μεγαλη Ουαι ουαι ουαι τοις κατοικουσιν επι της γης εκ των λοιπων φωνωˉ της σαλπιγγος των τριων αγγελωˉ των μελλοντων σαλπιζειν
NOUVELLE_DISPOSITION2023Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
NESTLE_ALAND_282016Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ⸀ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· οὐαὶ οὐαὶ °οὐαὶ ⸂τοὺς κατοικοῦντας⸃ ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
WESTCOTT_HORT1885Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ Οὐαί οὐαί οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
SBL2011Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ ⸂τοὺς κατοικοῦντας⸃ ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
TISCHENDORF1872καὶ ἴδον, καὶ ἤκουσα ἑνὸσ ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντοσ φωνῇ μεγάλῃ, οὐαὶ οὐαὶ οὐαὶ τοὺσ κατοικοῦντασ ἐπὶ τῆσ γῆσ ἐκ τῶν λοιπῶν φωνῶν τῆσ σάλπιγγοσ τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
ROBINSON_ET_PIERPONT2019Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
STEPHANUS1550Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαὶ οὐαὶ οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
SCRIVENER1894Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
KING_JAMES2020Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαὶ, οὐαὶ, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων, τῶν μελλόντων σαλπίζειν!