ȻINDEXNDHELLENEROMAINFRANCAISTECHNIQUELEMMECONFLITBAILLYMINIDICOGUÉMATRIECODE

MATTHIEUMARCLUCJEANACTES

ROMAINS1CORINTHIENS2CORINTHIENSGALATESEPHESIENSPHILIPPIENSCOLOSSIENS

1THESSALONICIENS2THESSALONICIENS1TIMOTHEE2TIMOTHEETITEPHILEMONHEBREUX

JACQUES1PIERRE2PIERRE1JEAN2JEAN3JEANJUDAS[ APOCALYPSE ]


CH1CH2CH3CH4CH5CH6CH7CH8CH9CH10CH11CH12CH13CH14[ CH15 ]CH16CH17CH18CH19CH20CH21CH22

V1V2V3V4V5V6V7V8

APOCALYPSE 15 1 EL RO FR TE
APPARAT_CRITIQUE2016¶ 15,1⸂ετελεσθη εν αυταις 𝔓⁴⁷ ¦εν ταυταις ετελεσθη 051 𝔐A
SINAITICUS_A360Και ιδον αλλο σημιον εν τω Ο̅Υ̅Ν̅Ω̅ μεγα και θαυμαστον αγγελους επτα εχοντας πληγας επτα τας εσχατας οτι εν αυταις ετελεσθη ο θυμος του Θ̅Υ̅
ALEXANDRINUS_A390Και ιδον αλλο σημειον εν τω Ο̅Υ̅Ν̅Ω̅ μεγα και θαυμαστον αγγελους επτα εχοντας πληγας επτα τας εσχατας οτι εν αυταις ετελεσθη ο θυμος του Θ̅Υ̅
EPHRAEMI_RESCRIPTUS_A410Και ιδον αλλο σημιον εν τω ουρανω μεγα και θαυμαστοˉ αγγελους επτα εχοντας πληγας επτα τας εσχατας οτι εν αυταις ετελεσθη ο θυμ[ος τ]ο[υ] Θ̅Υ̅
NOUVELLE_DISPOSITION2023Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
NESTLE_ALAND_282016Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ⸂ἐν αὐταῖς ἐτελέσθη⸃ ὁ θυμὸς τοῦ θεοῦ.
WESTCOTT_HORT1885Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
SBL2011Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
TISCHENDORF1872Καὶ ἴδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλουσ ἑπτὰ ἔχοντασ πληγὰσ ἑπτὰ τὰσ ἐσχάτασ, ὅτι ἐν αὐταῖσ ἐτελέσθη ὁ θυμὸσ τοῦ θεοῦ.
ROBINSON_ET_PIERPONT2019Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
STEPHANUS1550Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστὸν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
SCRIVENER1894Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
KING_JAMES2020Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας· ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.


APOCALYPSE 15 2 EL RO FR TE
APPARAT_CRITIQUE2016• 2⸂5 6 3 4 1 2 046. 1006. 1841 𝔐K ¦1–3 5 6 𝔓⁴⁷ א 2062. 2329 |εκ του χαραγματος αυτου και 051 𝔐A |τας 046 𝔐K |⸆¹κυριου א
SINAITICUS_A360Και ειδον ως θαλασσαν υαλινην μεμιγμενηˉ πυρι και τους νικωντας εκ του θηριου και της εικονος αυτου και εκ του αριθμου του ονοματος αυτου εστωτας επι την θαλασσαν την υαλινην εχοντας κιθαρας Κ̅Υ̅ του Θ̅Υ̅
ALEXANDRINUS_A390Και ιδον ως θαλασσαν υαλινην μεμιγμενην πυρι και τους νικωντας εκ του θηριου και εκ της εικονος αυτου και εκ του αριθμου του ονοματος αυτου εστωτας επι την θαλασσαν την υαλινην εχοντας κιθαρας του Θ̅Υ̅
EPHRAEMI_RESCRIPTUS_A410Και ιδον ως θαλασσαν υαλινην μεμιγμενην πυρι και τους νικουντας εκ του θηριου και εκ της εικονος αυτου και εκ του αριθμου του ονοματος αυτου εστωτας επι την θαλασσαν την υαλινην εχοντας κιθαρας του Θ̅Υ̅
NOUVELLE_DISPOSITION2023Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρὶ καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας τοῦ θεοῦ.
NESTLE_ALAND_282016Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρὶ καὶ τοὺς νικῶντας ἐκ ⸂τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος⸃ αὐτοῦ καὶ ⸆ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας ⸇ κιθάρας ⸆¹ τοῦ θεοῦ.
WESTCOTT_HORT1885Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
SBL2011Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
TISCHENDORF1872καὶ ἴδον ὡσ θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺσ νικῶντασ ἐκ τοῦ θηρίου καὶ ἐκ τῆσ εἰκόνοσ αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματοσ αὐτοῦ ἑστῶτασ ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντασ κιθάρασ τοῦ θεοῦ.
ROBINSON_ET_PIERPONT2019Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
STEPHANUS1550Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρὶ, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ, ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ.
SCRIVENER1894Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ, ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ.
KING_JAMES2020Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί: καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου, καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ, καὶ ἐκ τοῦ χαράγματος ἀυτοῦ, ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ.


APOCALYPSE 15 3 EL RO FR TE
APPARAT_CRITIQUE2016• 3⸀αδοντας א 2062 ar h vgww; Prim Bea |° 046. 1006. 1841. 1854 𝔐K |βασιλευ א* 1854 |(1T 1,17) αιωνων 𝔓⁴⁷ א*.²b C 1006. 1611. 1841 vg sy samss ¦txt א²a A P 046. 051. 1854. 2053. 2062. 2329. 2344 𝔐 gig (h) syhmg bo; Prim
SINAITICUS_A360και αδοντας την ωδην Μωυσεως του δουλου του Θ̅Υ̅ και την ωδην του αρνιου λεγοντες Μεγαλα και θαυμαστα τα εργα σου Κ̅Ε̅ ο Θ̅Σ̅ ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου βασιλευ των αιωνων
SINAITICUS_B360και αδοντας την ωδην Μωυσεως του δουλου του Θ̅Υ̅ και την ωδην του αρνιου λεγοντες Μεγαλα και θαυμαστα τα εργα σου Κ̅Ε̅ ο Θ̅Σ̅ ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου βασιλευς των εθνων
SINAITICUS_C360Και αδοντας την ωδην Μωυσεως του δουλου του Θ̅Υ̅ και την ωδην του αρνιου λεγοντες Μεγαλα και θαυμαστα τα εργα σου Κ̅Ε̅ ο Θ̅Σ̅ ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου βασιλευς των αιωνων
ALEXANDRINUS_A390Και αδουσιν την ωδην Μωυσεως του δουλου του Θ̅Υ̅ και την ωδην του αρνιου λεγοντες Μεγαλα και θαυμαστα τα εργα σου Κ̅Ε̅ ο Θ̅Σ̅ ο παντοκρατωρ δικαιαι και αληθειναι αι οδοι σου ο βασιλευς των εθνωˉ
EPHRAEMI_RESCRIPTUS_A410Και την ωδην του αρνιου λεγοντες Μεγαλα και θαυμαστα τα εργα σου Κ̅Ε̅ ο Θ̅Σ̅ ο παντοκρατωρ δικαιαι και αληθειναι αι οδοι σου ο βασιλευς των αιωνων
NOUVELLE_DISPOSITION2023καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν αἰώνων.
NESTLE_ALAND_282016καὶ ⸀ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως °τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ⸂ὁ βασιλεὺς⸃ τῶν ⸁ἐθνῶν·
WESTCOTT_HORT1885καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωυσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν αἰώνων·
SBL2011καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ⸀αἰώνων·
TISCHENDORF1872καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέωσ τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντεσ, μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸσ ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺσ τῶν ἐθνῶν.
ROBINSON_ET_PIERPONT2019Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
STEPHANUS1550καὶ ᾄδουσι τὴν ᾠδὴν Μωσέως δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἁγίων.
SCRIVENER1894καὶ ᾄδουσι τὴν ᾠδὴν Μωσέως τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἁγίων.
KING_JAMES2020Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ Βασιλεὺς τῶν ἁγίων.


APOCALYPSE 15 4 EL RO FR TE
APPARAT_CRITIQUE2016• 4⸆σε 𝔓⁴⁷ א 1006. 1841. 1854. 2329. (051 𝔐K sy) ar vgww |° א 1006. 1841 |δοξαση א 1006. 1611. 1841. 2062 𝔐K ¦θαυμαση 1854 ¦txt 𝔓⁴⁷ A C P 046. 051. 2053. 2329 |εἶ 𝔓⁴⁷ ¦αγιος (+ εἶ 1006. 1841) 046. 051v.l.. 1006. 1841 𝔐K syhmg ¦οσιος και δικαιος 2329 (syh**) ¦txt א A C P 051txt. 1611. 1854. 2053. 2062 𝔐A syph |παντες 046 𝔐K ¦παντα 1006. 1841 |ενωπιον א
SINAITICUS_A360Τις σε ου φοβηθη Κ̅Ε̅ και δοξαση το ονομα σου Οτι μονος οσιος οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου οτι δικαιωματα ενωπιοˉ σου εφανερωθησαν
ALEXANDRINUS_A390Τις ου μη φοβηθη Κ̅Ε̅ και δοξασει το ονομα σου Οτι μονος οσιος οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσι◦ ενωπιον σου Κ̅Ε̅ οτι τα δικαιωματα σου εφανερωθησαˉ
ALEXANDRINUS_B390Τις ου μη φοβηθη Κ̅Ε̅ και δοξασει το ονομα σου Οτι μονος οσιος οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου Κ̅Ε̅ οτι τα δικαιωματα σου εφανερωθησαˉ
EPHRAEMI_RESCRIPTUS_A410Τις ου μη φοβηθη Κ̅Ε̅ και δοξασει το ονομα σου Οτι μονος οσιος οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου οτι τα δικαιωματα σου εφαναιρωθησαν
NOUVELLE_DISPOSITION2023τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
NESTLE_ALAND_282016τίς ⸆ οὐ °μὴ φοβηθῇ, κύριε, καὶ ⸀δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ⸁ὅσιος, ὅτι ⸂πάντα τὰ ἔθνη⸃ ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά ⸇ σου ἐφανερώθησαν.
WESTCOTT_HORT1885τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
SBL2011τίς οὐ μὴ ⸀φοβηθῇ, κύριε, καὶ ⸀δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ⸀ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
TISCHENDORF1872τίσ οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνοσ ὅσιοσ, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
ROBINSON_ET_PIERPONT2019Τίς οὐ μὴ φοβηθῇ σε, κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; Ὅτι μόνος ἅγιος· ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
STEPHANUS1550Τίς οὐ μὴ φοβηθῇ σε, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
SCRIVENER1894τίς οὐ μὴ φοβηθῇ σε, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος· ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
KING_JAMES2020Τίς οὐ μὴ φοβηθῇ σε, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος: ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου· ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.


APOCALYPSE 15 5 EL RO FR TE
SINAITICUS_A360Και μετα ταυτα ειδον και ηνυγη ο ναος της σκηνης του μαρτυριου εν τω Ο̅Υ̅Ν̅Ω̅
ALEXANDRINUS_A390Και μετα ταυτα ιδον και ηνοιγη ο ναος της σκηνης του μαρτυριου εν τω ουρανω
EPHRAEMI_RESCRIPTUS_A410Και μετ αυτα ιδον και ηνοιγη ο ναος της σκηνης του μαρτυριου εν τω ουρανω
NOUVELLE_DISPOSITION2023Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
NESTLE_ALAND_282016Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
WESTCOTT_HORT1885Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
SBL2011Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
TISCHENDORF1872Καὶ μετὰ ταῦτα ἴδον, καὶ ἠνοίγη ὁ ναὸσ τῆσ σκηνῆσ τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
ROBINSON_ET_PIERPONT2019Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ·
STEPHANUS1550Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
SCRIVENER1894Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ·
KING_JAMES2020Καὶ μετὰ ταῦτα εἶδον, καὶ, ἰδού, ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ:


APOCALYPSE 15 6 EL RO FR TE
APPARAT_CRITIQUE2016• 6° 𝔓⁴⁷ א P 046. 051. 1006. 1854. 2053. 2062 pm ¦txt A C 1611. 1841. 2329 pm |οι ησαν 046 𝔐K |(Ez 28,13) λιθον A C 2053. 2062 vgst syhmg ¦λινουν 𝔓⁴⁷ (א) 046 ar gig (h)
SINAITICUS_A360και εξηλθον οι επτα αγγελοι εχοντες τας επτα πληγας εκ του ναου ενδεδυμενοι καθαρους λινους λαμπρους και περιεζωσμενοι περι τα στηθη ζωνας χρυσας
ALEXANDRINUS_A390και εξηλθεν οι επτα αγγελοι οι εχοντες τας επτα πληγας εκ του ναου ενδεδυμενοι λιθον καθαροˉ λαμπρον και περιεζωσμενηι περι τα στηθη ζωνας χρυσας
ALEXANDRINUS_B390και εξηλθον οι επτα αγγελοι οι εχοντες τας επτα πληγας εκ του ναου ενδεδυμενοι λιθον καθαροˉ λαμπρον και περιεζωσμενοι περι τα στηθη ζωνας χρυσας
EPHRAEMI_RESCRIPTUS_A410και εξηλθαν οι επτα αγγελοι οι εχοντες τας επτα πληγας εκ του ναου ενδεδυμενοι λιθον καθαρον λαμπρον και περιεζωσμενοι περι τα στηθη ζωνας χρυσας
NOUVELLE_DISPOSITION2023καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ ἐνδεδυμένοι λινοῦν καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
NESTLE_ALAND_282016καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι °[οἱ] ἔχοντες τὰς ἑπτὰ πληγὰς ⸂ἐκ τοῦ ναοῦ⸃ ἐνδεδυμένοι ⸀λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
WESTCOTT_HORT1885καὶ ἐξῆλθαν οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίθον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
SBL2011καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ⸀ἐνδεδυμένοι ⸀λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
TISCHENDORF1872καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντεσ τὰσ ἑπτὰ πληγὰσ ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνασ χρυσᾶσ.
ROBINSON_ET_PIERPONT2019καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς·
STEPHANUS1550καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ πληγὰς, ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν καὶ λαμπρὸν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς·
SCRIVENER1894καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν καὶ λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
KING_JAMES2020Καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ πληγὰς, ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν καὶ λαμπρὸν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.


APOCALYPSE 15 7 EL RO FR TE
APPARAT_CRITIQUE2016• 7° 𝔓⁴⁷ א* 𝔐A |°¹ 𝔓⁴⁷ |°² א |αμην א syph bo
SINAITICUS_A360και εκ των τεσσαρωˉ ζωων εδωκεν τοις επτα αγγελοις φιαλας χρυσας γεμουσας του θυμου του Θ̅Υ̅ του ζωντος εις τους αιωνας των αιωνων αμην
SINAITICUS_B360και εˉ εκ των τεσσαρωˉ ζωων εδωκεν τοις επτα αγγελοις φιαλας χρυσας γεμουσας του θυμου του Θ̅Υ̅ του ζωντος εις τους αιωνας των αιωνων αμην
ALEXANDRINUS_A390και εν εκ των τεσσαρων ζωων εδωκεν τοις επτα αγγελοις επτα φιαλας χρυσας γεμουσας του θυμου του Θ̅Υ̅ του ζωντος εις τους αιωνας των αιωνων
EPHRAEMI_RESCRIPTUS_A410και εν εκ των τεσσαρων ζωωˉ εδωκεν τοις επτα αγγελοις επτα φιαλας χρυσας γεμουσας του θυμου του Θ̅Υ̅ του ζωντος εις τους αιωνας τωˉ αιωνων
NOUVELLE_DISPOSITION2023καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
NESTLE_ALAND_282016καὶ °ἓν ἐκ τῶν τεσσάρων °¹ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις °²ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ⸆.
WESTCOTT_HORT1885καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
SBL2011καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
TISCHENDORF1872καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκεν τοῖσ ἑπτὰ ἀγγέλοισ ἑπτὰ φιάλασ χρυσᾶσ γεμούσασ τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντοσ εἰσ τοὺσ αἰῶνασ τῶν αἰώνων.
ROBINSON_ET_PIERPONT2019καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
STEPHANUS1550καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
SCRIVENER1894καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
KING_JAMES2020Καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


APOCALYPSE 15 8 EL RO FR TE
APPARAT_CRITIQUE2016• 8⸆εκ του 𝔓⁴⁷ 046 𝔐K |° P 051 𝔐A gig
SINAITICUS_A360Και εγεμισθη ο ναος καπνου εκ της δοξης του Θ̅Υ̅ και εκ της δυναμεως αυτου και ουδις ηδυνατο εις τον ναον εισελθειν αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων
ALEXANDRINUS_A390Και εγεμισθη ο ναος καπνου εκ της δοξης του Θ̅Υ̅ και εκ της δυναμεως αυτου και ουδεις εδυνατο εισελθειν εις τοˉ ναον αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων
EPHRAEMI_RESCRIPTUS_A410Και εγεμισθη ο ναος καπνου εκ της δοξης του Θ̅Υ̅ και εκ της δυναμεως αυτου και ουδεις εδυνατο εισελθειν εις τον ναον αχρις ου τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων
NOUVELLE_DISPOSITION2023καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
NESTLE_ALAND_282016καὶ ἐγεμίσθη ὁ ναὸς ⸆ καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν °ἑπτὰ ἀγγέλων.
WESTCOTT_HORT1885καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
SBL2011καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
TISCHENDORF1872καὶ ἐγεμίσθη ὁ ναὸσ καπνοῦ ἐκ τῆσ δόξησ τοῦ θεοῦ καὶ ἐκ τῆσ δυνάμεωσ αὐτοῦ, καὶ οὐδεὶσ ἐδύνατο εἰσελθεῖν εἰσ τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
ROBINSON_ET_PIERPONT2019Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
STEPHANUS1550καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
SCRIVENER1894καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
KING_JAMES2020Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.