ROMAINS 1CORINTHIENS 2CORINTHIENS GALATES EPHESIENS PHILIPPIENS COLOSSIENS
1THESSALONICIENS [ 2THESSALONICIENS ] 1TIMOTHEE 2TIMOTHEE TITE PHILEMON HEBREUX
JACQUES 1PIERRE 2PIERRE 1JEAN 2JEAN 3JEAN JUDAS APOCALYPSE
VATICANUS_A | 330 | Παυλος και Σειλουανος και Τειμοθεος· τη εκκλησια Θεσσαλονεικεων εν Θ̅Ω̅ πατρι ημωˉ και Κ̅Ω̅ Ι̅Υ̅ Χ̅Ω̅ |
VATICANUS_B | 330 | Παυλος και Σιλουανος και Τιμοθεος· τη εκκλησια Θεσσαλονικεων εν Θ̅Ω̅ πατρι ημωˉ και Κ̅Ω̅ Ι̅Υ̅ Χ̅Ω̅ |
SINAITICUS_A | 360 | Παυλος και Σιλουανος και Τιμοθεος τη εκκλησια Θεσσαλονικεων εν Θ̅Ω̅ και πατρι ημων και Κ̅Ω̅ Ι̅Υ̅ Χ̅Ω̅ |
SINAITICUS_B | 360 | Παυλος και Σιλουανος και Τιμοθεος τη εκκλησια Θεσσαλονικεων εν Θ̅Ω̅ πατρι ημων και Κ̅Ω̅ Ι̅Υ̅ Χ̅Ω̅ |
ALEXANDRINUS_A | 390 | Παυλος και Σιλουανος και Τιμοθεος τη εκκλησια Θεσσαλονικεωˉ εν Θ̅Ω̅ Π̅Ρ̅Ι̅ ημων και Κ̅Ω̅ Ι̅Υ̅ Χ̅Ω̅ |
NOUVELLE_DISPOSITION | 2023 | Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, |
NESTLE_ALAND_28 | 2016 | Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, |
WESTCOTT_HORT | 1885 | ΠΑΥΛΟΣ ΚΑΙ ΣΙΛΟΥΑΝΟΣ ΚΑΙ ΤΙΜΟΘΕΟΣ τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· |
SBL | 2011 | Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· |
TISCHENDORF | 1872 | Παῦλοσ καὶ Σιλουανὸσ καὶ Τιμόθεοσ τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ. |
ROBINSON_ET_PIERPONT | 2019 | Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ χριστῷ· |
STEPHANUS | 1550 | Παῦλοσ καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· |
SCRIVENER | 1894 | Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· |
KING_JAMES | 2020 | Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ: |
APPARAT_CRITIQUE | 2016 | ¶ 1,2° |
VATICANUS_A | 330 | χαρις υμιν και ειρηνη απο Θ̅Υ̅ πατρος και Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ |
SINAITICUS_A | 360 | χαρις υμιν και ειρηνη απο Θ̅Υ̅ πατρος ημων και Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ |
ALEXANDRINUS_A | 390 | χαρις υμιν και ειρηνη απο Θ̅Υ̅ Π̅Ρ̅Σ̅ ημων και Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ |
NOUVELLE_DISPOSITION | 2023 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
NESTLE_ALAND_28 | 2016 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς °[ἡμῶν] καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
WESTCOTT_HORT | 1885 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
SBL | 2011 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ ⸀πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
TISCHENDORF | 1872 | χάρισ ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸσ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
ROBINSON_ET_PIERPONT | 2019 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. |
STEPHANUS | 1550 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
SCRIVENER | 1894 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
KING_JAMES | 2020 | Χάρις ὑμῖν, καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
VATICANUS_A | 330 | Ευχαριστειν οφειλομεν τω Θ̅Ω̅ παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμων και πλεοναζει η αγαπη ενος εκαστου παντων υμωˉ εις αλληλους |
SINAITICUS_A | 360 | Ευχαριστειν οφιλομεν τω Θ̅Ω̅ παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμωˉ και πλεοναζει η αγαπη ενος εκαστου παντων εις αλληλους |
SINAITICUS_B | 360 | Ευχαριστειν οφιλομεν τω Θ̅Ω̅ παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμωˉ και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους |
ALEXANDRINUS_A | 390 | Ευχαριστειν οφειλομεν τω Θ̅Ω̅ παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμων και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους |
NOUVELLE_DISPOSITION | 2023 | Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, |
NESTLE_ALAND_28 | 2016 | Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, |
WESTCOTT_HORT | 1885 | Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, |
SBL | 2011 | Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, |
TISCHENDORF | 1872 | Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼσ ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστισ ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸσ ἑκάστου πάντων ὑμῶν εἰσ ἀλλήλουσ, |
ROBINSON_ET_PIERPONT | 2019 | Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· |
STEPHANUS | 1550 | Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· |
SCRIVENER | 1894 | Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· |
KING_JAMES | 2020 | Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· |
APPARAT_CRITIQUE | 2016 | • 4⸀ |
VATICANUS_A | 330 | ωστε αυτους ημας εν υμιˉ ενκαυχασθαι εν ταις εκκλησιαις του Θ̅Υ̅ υπερ της υπομονης υμων και πιστεως εν πασιν τοις διωγμοις υμων και ταις θλιψεσιν αις ενεχεσθε |
VATICANUS_B | 330 | ωστε αυτους ημας εν υμιˉ εγκαυχασθαι εν ταις εκκλησιαις του Θ̅Υ̅ υπερ της υπομονης υμων και πιστεως εν πασι τοις διωγμοις υμων και ταις θλιψεσιν αις ενεχεσθε |
SINAITICUS_A | 360 | ωστε αυτους ημας εν υμιν εγκαυχασθαι εν ταις εκκλησιαις του Θ̅Υ̅ υπερ της υπομονης υμων και πιστεως εν πασι τοις διωγμοις υμων και ταις θλιψεσιν αις ανεχεσθε |
ALEXANDRINUS_A | 390 | ωστε ημας αυτους εν υμιν ενκαυχασθαι εν ταις εκκλησιαις του Θ̅Υ̅ υπερ της υπομονης υμων και πιστεως εν πασιν τοις διωγμοις υμων και ταις θλιψεσιν αις ανεχεσθαι |
NOUVELLE_DISPOSITION | 2023 | ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, |
NESTLE_ALAND_28 | 2016 | ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ⸀ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ⸁ἀνέχεσθε, |
WESTCOTT_HORT | 1885 | ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐνκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, |
SBL | 2011 | ὥστε ⸂αὐτοὺς ἡμᾶς⸃ ἐν ὑμῖν ⸀ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, |
TISCHENDORF | 1872 | ὥστε αὐτοὺσ ἡμᾶσ ἐν ὑμῖν ἐνκαυχᾶσθαι ἐν ταῖσ ἐκκλησίαισ τοῦ θεοῦ ὑπὲρ τῆσ ὑπομονῆσ ὑμῶν καὶ πίστεωσ ἐν πᾶσιν τοῖσ διωγμοῖσ ὑμῶν καὶ ταῖσ θλίψεσιν αἷσ ἀνέχεσθε, |
ROBINSON_ET_PIERPONT | 2019 | ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε· |
STEPHANUS | 1550 | ὥςτε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν, καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, |
SCRIVENER | 1894 | ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε· |
KING_JAMES | 2020 | Ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε: |
VATICANUS_A | 330 | ενδειγμα της δικαιας κρισεως του Θ̅Υ̅ εις το καταξιωθηναι υμας της βασιλειας του Θ̅Υ̅ υπερ ης και πασχετε |
SINAITICUS_A | 360 | ενδιγμα της δικαιας κρισεως του Θ̅Υ̅ εις το καταξιωθηναι υμας της βασιλειας του Θ̅Υ̅ υπερ ης και πασχετε |
ALEXANDRINUS_A | 390 | ενδειγμα της δικαιας κρισεως του Θ̅Υ̅ εις το καταξιωθηναι υμας της βασιλειας του Θ̅Υ̅ υπερ ης και πασχετε |
NOUVELLE_DISPOSITION | 2023 | ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, |
NESTLE_ALAND_28 | 2016 | ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, |
WESTCOTT_HORT | 1885 | ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, |
SBL | 2011 | ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, |
TISCHENDORF | 1872 | ἔνδειγμα τῆσ δικαίασ κρίσεωσ τοῦ θεοῦ, εἰσ τὸ καταξιωθῆναι ὑμᾶσ τῆσ βασιλείασ τοῦ θεοῦ, ὑπὲρ ἧσ καὶ πάσχετε, |
ROBINSON_ET_PIERPONT | 2019 | ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε· |
STEPHANUS | 1550 | ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε· |
SCRIVENER | 1894 | ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε· |
KING_JAMES | 2020 | Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε: |
VATICANUS_A | 330 | ειπερ δικαιον παρα Θ̅Ω̅ ανταποδουναι τοις θλειβουσιν υμας θλιψιν |
VATICANUS_B | 330 | ειπερ δικαιον παρα Θ̅Ω̅ ανταποδουναι τοις θλιβουσιν υμας θλιψιν |
SINAITICUS_A | 360 | ειπερ δικαιον παρα Θ̅Ω̅ ανταποδουναι τοις θλιβουσιˉ υμας θλιψιν |
ALEXANDRINUS_A | 390 | ειπερ δικαιον παρα τω Θ̅Ω̅ ανταποδουναι τοις θλιβουσιν υμας θλιψιν |
NOUVELLE_DISPOSITION | 2023 | εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν |
NESTLE_ALAND_28 | 2016 | εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν |
WESTCOTT_HORT | 1885 | εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν |
SBL | 2011 | εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν |
TISCHENDORF | 1872 | εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖσ θλίβουσιν ὑμᾶσ θλῖψιν |
ROBINSON_ET_PIERPONT | 2019 | εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, |
STEPHANUS | 1550 | εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, |
SCRIVENER | 1894 | εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, |
KING_JAMES | 2020 | Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν· |
VATICANUS_A | 330 | και υμιν τοις θλειβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του Κ̅Υ̅ Ι̅Υ̅ απ ουρανου μετ αγγελων δυναμεως αυτου |
VATICANUS_B | 330 | και υμιν τοις θλιβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του Κ̅Υ̅ Ι̅Υ̅ απ ουρανου μετ αγγελων δυναμεως αυτου |
SINAITICUS_A | 360 | και υμιν τοις θλιβομενοις ανεσιν μεθ υμων εν τη αποκαλυψει του Κ̅Υ̅ Ι̅Υ̅ απ ουρανου μετ αγγελων δυναμεως αυτου |
SINAITICUS_B | 360 | και υμιν τοις θλιβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του Κ̅Υ̅ Ι̅Υ̅ απ ουρανου μετ αγγελων δυναμεως αυτου |
ALEXANDRINUS_A | 390 | και υμιν τοις θλιβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του Κ̅Υ̅ Ι̅Υ̅ απ Ο̅Υ̅Ν̅Ο̅Υ̅ μετ αγγελων δυναμεως αυτου |
NOUVELLE_DISPOSITION | 2023 | καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ |
NESTLE_ALAND_28 | 2016 | καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾿ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾿ οὐρανοῦ μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ |
WESTCOTT_HORT | 1885 | καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ |
SBL | 2011 | καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ |
TISCHENDORF | 1872 | καὶ ὑμῖν τοῖσ θλιβομένοισ ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεωσ αὐτοῦ |
ROBINSON_ET_PIERPONT | 2019 | καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ, |
STEPHANUS | 1550 | καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ, |
SCRIVENER | 1894 | καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, |
KING_JAMES | 2020 | Καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ, |
APPARAT_CRITIQUE | 2016 | • 8⸆ |
VATICANUS_A | 330 | εν φλογι πυρος διδοντος εκδικησιν τοις μη ειδοσιν Θ̅Ν̅ και τοις μη υπακουουσιν τω ευαγγελιω του Κ̅Υ̅ ημωˉ Ι̅Υ̅ |
VATICANUS_B | 330 | εν φλογι πυρος διδοντος εκδικησιν τοις μη ειδοσι Θ̅Ν̅ και τοις μη υπακουουσι τω ευαγγελιω του Κ̅Υ̅ ημωˉ Ι̅Υ̅ |
SINAITICUS_A | 360 | εν πυρι φλογος διδοντος εκδικησιν τοις μη ειδοσι Θ̅Ν̅ και τοις μη υπακουουσιν τω ευαγγελιω του Κ̅Υ̅ ημων Ι̅Υ̅ Χ̅Υ̅ |
SINAITICUS_B | 360 | εν πυρι φλογος διδοντος εκδικησιν τοις μη ειδοσι τον Θ̅Ν̅ και τοις μη υπακουουσιν τω ευαγγελιω του Κ̅Υ̅ ημων Ι̅Υ̅ Χ̅Υ̅ |
ALEXANDRINUS_A | 390 | εν πυρι φλογος διδοντος εκδικησιν τοις μη ειδοσι Θ̅Ν̅ και τοις μη υπακουουσιν τω ευαγγελιω του Κ̅Υ̅ ημων Ι̅Υ̅ Χ̅Υ̅ |
NOUVELLE_DISPOSITION | 2023 | ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, |
NESTLE_ALAND_28 | 2016 | ⸆ ⸂ἐν πυρὶ φλογός,⸃ ⸀διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, |
WESTCOTT_HORT | 1885 | ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, |
SBL | 2011 | ἐν ⸂φλογὶ πυρός⸃, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, |
TISCHENDORF | 1872 | ἐν πυρὶ φλογόσ, διδόντοσ ἐκδίκησιν τοῖσ μὴ εἰδόσιν θεὸν καὶ τοῖσ μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, |
ROBINSON_ET_PIERPONT | 2019 | ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεόν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ· |
STEPHANUS | 1550 | ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· |
SCRIVENER | 1894 | ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεόν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· |
KING_JAMES | 2020 | Ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: |
APPARAT_CRITIQUE | 2016 | • 9⸀ |
VATICANUS_A | 330 | οιτινες δικην τεισουσιν ολεθρον αιωνιον απο προσωπου του Κ̅Υ̅ και απο της δοξης της ισχυος αυτου |
VATICANUS_B | 330 | οιτινες δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του Κ̅Υ̅ και απο της δοξης της ισχυος αυτου |
SINAITICUS_A | 360 | οιτινες δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του Κ̅Υ̅ και απο της δοξης της ισχυος αυτου |
ALEXANDRINUS_A | 390 | οιτινες δικην τισουσιν ολεθριον αιωνιον απο προσωπου του Κ̅Υ̅ και απο της δοξης της ισχυος αυτου |
NOUVELLE_DISPOSITION | 2023 | οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
NESTLE_ALAND_28 | 2016 | οἵτινες δίκην τίσουσιν ⸀ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
WESTCOTT_HORT | 1885 | οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
SBL | 2011 | οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
TISCHENDORF | 1872 | οἵτινεσ δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆσ δόξησ τῆσ ἰσχύοσ αὐτοῦ, |
ROBINSON_ET_PIERPONT | 2019 | οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
STEPHANUS | 1550 | οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
SCRIVENER | 1894 | οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
KING_JAMES | 2020 | Οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ· |
APPARAT_CRITIQUE | 2016 | • 10⸀ |
VATICANUS_A | 330 | οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και θαυμασθηναι εν πασιν τοις πιστευσασιν οτι επιστευθη το μαρτυριον ημωˉ εφ υμας εν τη ημερα εκεινη |
VATICANUS_B | 330 | οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και θαυμασθηναι εν πασι τοις πιστευσασιν οτι επιστευθη το μαρτυριον ημωˉ εφ υμας εν τη ημερα εκεινη |
SINAITICUS_A | 360 | οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και θαυμασθηναι εν πασι τοις πιστευσασιˉ οτι επιστευθη το μαρτυριον ημωˉ εφ υμας εν τη ημερα εκεινη |
ALEXANDRINUS_A | 390 | οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και θαυμασθηναι εν πασιν τοις πιστευσασιν οτι επιστευθη το μαρτυριον ημων εφ υμας εν τη ημερα εκεινη |
NOUVELLE_DISPOSITION | 2023 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
NESTLE_ALAND_28 | 2016 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς ⸀πιστεύσασιν, ὅτι ⸁ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
WESTCOTT_HORT | 1885 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
SBL | 2011 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
TISCHENDORF | 1872 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖσ ἁγίοισ αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖσ πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶσ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
ROBINSON_ET_PIERPONT | 2019 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
STEPHANUS | 1550 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὑτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύουσιν, (ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς,) ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
SCRIVENER | 1894 | ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύουσιν (ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς) ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
KING_JAMES | 2020 | Ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύουσιν (ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς) ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
APPARAT_CRITIQUE | 2016 | • 11⸀ |
VATICANUS_A | 330 | εις ο και προσευχομεθα παντοτε περι υμων ινα υμας αξιωση της κλησεως ο Θ̅Σ̅ ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνης και εργοˉ πιστεως εν δυναμει |
SINAITICUS_A | 360 | Εις ο και προσευχομεθα παντοτε περι υμων ινα υμας αξιωση της κλησεως ο Θ̅Σ̅ ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνης και εργον πιστεως εν δυναμει |
ALEXANDRINUS_A | 390 | Εις ο και προσευχομεθα παντοτε περι υμων ινα υμας αξιωση της κλησεως ο Θ̅Σ̅ ημων και πληρωσει πασαν ευδοκιαν αγαθωσυνης και εργον πιστεως εν δυναμει |
NOUVELLE_DISPOSITION | 2023 | Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, |
NESTLE_ALAND_28 | 2016 | Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ ⸀πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, |
WESTCOTT_HORT | 1885 | Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, |
SBL | 2011 | εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, |
TISCHENDORF | 1872 | Εἰσ ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶσ ἀξιώσῃ τῆσ κλήσεωσ ὁ θεὸσ ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνησ καὶ ἔργον πίστεωσ ἐν δυνάμει, |
ROBINSON_ET_PIERPONT | 2019 | Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· |
STEPHANUS | 1550 | εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει, |
SCRIVENER | 1894 | εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· |
KING_JAMES | 2020 | Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει: |
APPARAT_CRITIQUE | 2016 | • 12⸆ |
VATICANUS_A | 330 | οπως ενδοξασθη το ονομα του Κ̅Υ̅ ημων Ι̅Υ̅ εν υμιν και υμεις εν αυτω κατα την χαριν του Θ̅Υ̅ ημων και Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ |
SINAITICUS_A | 360 | οπως ενδοξασθη το ονομα του Κ̅Υ̅ ημων Ι̅Υ̅ εν υμιν και υμεις εν αυτω κατα την χαριν του Θ̅Υ̅ ημων και Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ |
ALEXANDRINUS_A | 390 | οπως ενδοξασθη το ονομα του Κ̅Υ̅ ημων Ι̅Υ̅ Χ̅Υ̅ εν υμιν και ημεις εν αυτω κατα την χαριν του Θ̅Υ̅ ημων και Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ |
NOUVELLE_DISPOSITION | 2023 | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
NESTLE_ALAND_28 | 2016 | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ⸆ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
WESTCOTT_HORT | 1885 | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
SBL | 2011 | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
TISCHENDORF | 1872 | ὅπωσ ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖσ ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
ROBINSON_ET_PIERPONT | 2019 | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. |
STEPHANUS | 1550 | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
SCRIVENER | 1894 | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
KING_JAMES | 2020 | Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |