ȻINDEXNDHELLENEROMAINFRANCAISTECHNIQUELEMMECONFLITBAILLYMINIDICOGUÉMATRIECODE

MATTHIEUMARCLUCJEANACTES

ROMAINS[ 1CORINTHIENS ]2CORINTHIENSGALATESEPHESIENSPHILIPPIENSCOLOSSIENS

1THESSALONICIENS2THESSALONICIENS1TIMOTHEE2TIMOTHEETITEPHILEMONHEBREUX

JACQUES1PIERRE2PIERRE1JEAN2JEAN3JEANJUDASAPOCALYPSE


CH1CH2CH3CH4[ CH5 ]CH6CH7CH8CH9CH10CH11CH12CH13CH14CH15CH16

V1V2V3V4V5V6V7V8V9V10V11V12V13

1CORINTHIENS 5 1 EL RO FR TE
APPARAT_CRITIQUE2016¶ 5,1⸆ονομαζεται 𝔓⁶⁸ א² L P Ψ 104. 365. 630. 1241. 1505. 1881. 2464 𝔐 vgmss sy ¦txt 𝔓⁴⁶ א* A B C D F G 6. 33. 81. 1175. 1739 lat co
VATICANUS_A330Ολως ακουεται εˉ υμιν πορνεια και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν ωστε γυναικα τινα του πατρος εχειν
SINAITICUS_A360Ολως ακουετε εν υμιν πορνια και τοιαυτη πορνια ητις ουδε εν τοις εθνεσιν ωστε γυναικα τινα του πατρος εχιν
SINAITICUS_B360Ολως ακουετε εν υμιν πορνια και τοιαυτη πορνια ητις ουδε εν τοις εθνεσιν ονομαζεται ωστε γυναικα τινα του πατρος εχιν
ALEXANDRINUS_A390Ολως ακουετε εν υμιν πορνια και τοιαυτη πορνια ητις ουδε εν τοις εθνεσιν ωστε γυναικα τινα του Π̅Ρ̅Σ̅ εχειν
EPHRAEMI_RESCRIPTUS_A410Ο[λως α]κουεται εν υμιν πορνεια και τοιαυτη πορνεια ητ[ις] ουδε εν τοις εθνεσιν ωστε γυναι[κα τινα του] Π̅Ρ̅Σ̅ εχειν
NOUVELLE_DISPOSITION2023Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
NESTLE_ALAND_282016Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ⸆, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
WESTCOTT_HORT1885Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
SBL2011Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
TISCHENDORF1872Ὅλωσ ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτισ οὐδὲ ἐν τοῖσ ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸσ ἔχειν.
ROBINSON_ET_PIERPONT2019Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
STEPHANUS1550Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥςτε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
SCRIVENER1894Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
KING_JAMES2020Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς Ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.


1CORINTHIENS 5 2 EL RO FR TE
APPARAT_CRITIQUE2016• 2⸀εξαρθη L Ψ 1241. 1505 𝔐; Did ¦txt 𝔓¹¹.⁴⁶.⁶¹.⁶⁸vid א A B C D F G P 33. 81. 104. 365. 630. 1175. 1739. 1881. 2464 |ποιησας 𝔓⁴⁶.⁶⁸ B D F G L P Ψ 365. 630. 1241. 1505. 1739. 1881 𝔐 ¦txt 𝔓¹¹vid א A C 33. 81. 104. 326. 1175. 2464; Did
VATICANUS_A330και υμεις πεφυσιωμενοι εστε και ουχι μαλλον επεˉθησατε ινα αρθη εκ μεσου υμων ο το εργον τουτο ποιησας
SINAITICUS_A360Και υμις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα αρθη εκ μεσου υμων ο το εργον τουτο πραξας
ALEXANDRINUS_A390Και υμεις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα αρθη εκ μεσου υμων ο το εργον τουτο πραξας
EPHRAEMI_RESCRIPTUS_A410Και υμεις πεφυσιωμενοι εστε [και ουχι] μαλλον επενθησατε ινα αρθη εκ μεσου υμωˉ ο [το εργον του]το πραξας
NOUVELLE_DISPOSITION2023καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας;
NESTLE_ALAND_282016καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸁πράξας;
WESTCOTT_HORT1885καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας;
SBL2011καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας;
TISCHENDORF1872καὶ ὑμεῖσ πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξασ;
ROBINSON_ET_PIERPONT2019Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.
STEPHANUS1550καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.
SCRIVENER1894καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.
KING_JAMES2020Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.


1CORINTHIENS 5 3 EL RO FR TE
APPARAT_CRITIQUE2016• 3⸆ως D¹ F G L Ψ 104. 365. 1241. 1505. 2464 𝔐 b d sy; Lcf Ambst Pel ¦txt 𝔓¹¹vid.⁴⁶.⁶⁸ א A B C D* P 6. 33. 81. 630. 1175. 1739. 1881 lat co
VATICANUS_A330εγω μεˉ γαρ απων τω σωματι παρων δε τω πνευματι· ηδη κεκρικα ως παρωˉ τον ουτως τουτο κατεργασαμενον
SINAITICUS_A360Εγω μεν γαρ απωˉ τω σωματι παρωˉ δε τω Π̅Ν̅Ι̅ ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον
ALEXANDRINUS_A390Εγω μεν γαρ απων τω σωματι παρων δε τω Π̅Ν̅Ι̅ ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον
EPHRAEMI_RESCRIPTUS_A410Εγω μεν γαρ απων τω σωματι παρων δε τω Π̅Ν̅Ι̅ ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενοˉ
NOUVELLE_DISPOSITION2023ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον·
NESTLE_ALAND_282016ἐγὼ μὲν γάρ, ⸆ ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον·
WESTCOTT_HORT1885Ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
SBL2011Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
TISCHENDORF1872ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡσ παρὼν τὸν οὕτωσ τοῦτο κατεργασάμενον
ROBINSON_ET_PIERPONT2019Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών, τὸν οὕτως τοῦτο κατεργασάμενον,
STEPHANUS1550Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν, τὸν οὕτω τοῦτο κατεργασάμενον,
SCRIVENER1894ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών, τὸν οὕτω τοῦτο κατεργασάμενον,
KING_JAMES2020Ἐγὼ μὲν γάρ, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρὼν, τὸν οὕτως τοῦτο κατεργασάμενον,


1CORINTHIENS 5 4 EL RO FR TE
APPARAT_CRITIQUE2016• 4⸂Ιησου A Ψ 1505; Lcf ¦ημων Ιησου Χριστου 𝔓⁴⁶ D² F G L P 33. (81). 104. 365. 630. 1241. 1881. 2464 𝔐 vg syp.h** co; Ambst ¦Ιησου Χριστου א ar ¦txt B D* 1175. 1739 b d |Ιησου 𝔓⁴⁶ P Ψ 629. 1505 vgst syh; Or ¦ 630. 1739
VATICANUS_A330εν τω ονοματι του Κ̅Υ̅ ημωˉ Ι̅Υ̅ συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του Κ̅Υ̅ ημων Ι̅Υ̅
SINAITICUS_A360εν τω ονοματι του Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ συναχθεˉτων υμων και του εμου Π̅Ν̅Σ̅ συν τη δυναμι του Κ̅Υ̅ ημων Ι̅Υ̅
ALEXANDRINUS_A390εν τω ονοματι του Κ̅Υ̅ Ι̅Υ̅ συναχθεντων υμων και του εμου Π̅Ν̅Σ̅ συν τη δυναμει του Κ̅Υ̅ ημων Ι̅Υ̅
EPHRAEMI_RESCRIPTUS_A410↔ Π↔
NOUVELLE_DISPOSITION2023ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
NESTLE_ALAND_282016ἐν τῷ ὀνόματι τοῦ κυρίου ⸂[ἡμῶν] Ἰησοῦ⸃ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ⸄ἡμῶν Ἰησοῦ⸅,
WESTCOTT_HORT1885ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
SBL2011ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ,
TISCHENDORF1872ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματοσ σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
ROBINSON_ET_PIERPONT2019ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,
STEPHANUS1550ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
SCRIVENER1894ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
KING_JAMES2020Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν, καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,


1CORINTHIENS 5 5 EL RO FR TE
APPARAT_CRITIQUE2016• 5⸆Ιησου 𝔓⁶¹vid א L Ψ 81. 1175. 1505. 2464 𝔐 vgst ¦Ιησου Χριστου D b; Ambst ¦ημων Ιησου Χριστου A F G P 33. 104. 365. 1241. 1881 ar vgcl syp.h** co; Lcf ¦txt 𝔓⁴⁶ B 630. 1739; Tert Epiph
VATICANUS_A330παραδουναι τον τοιουτον τω Σατανα εις ολεθρον της σαρκος ινα το πνευμα σωθη εν τη ημερα του Κ̅Υ̅
SINAITICUS_A360παραδουναι τον τοιουτοˉ τω Σατανα εις ολεθρον της σαρκος ινα το Π̅Ν̅Α̅ σωθη εν τη ημερα του Κ̅Υ̅ Ι̅Υ̅
ALEXANDRINUS_A390παραδουναι τον τοιουτον τω Σατανα εις ολεθρον της σαρκος ινα το Π̅Ν̅Α̅ σωθη εν τη ημερα του Κ̅Υ̅ ημων Ι̅Υ̅ Χ̅Υ̅
EPHRAEMI_RESCRIPTUS_A410↔ Σ↔
NOUVELLE_DISPOSITION2023παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.
NESTLE_ALAND_282016παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ⸆. 
WESTCOTT_HORT1885παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.
SBL2011παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου.
TISCHENDORF1872παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰσ ὄλεθρον τῆσ σαρκόσ, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ.
ROBINSON_ET_PIERPONT2019παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ.
STEPHANUS1550παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
SCRIVENER1894παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
KING_JAMES2020Παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.


1CORINTHIENS 5 6 EL RO FR TE
APPARAT_CRITIQUE2016• 6° Lcf Ambst |δολοι D* ¦corrumpit Irlat
VATICANUS_A330Ου καλον το καυχημα υμων ουκ οιδατε οτι μεικρα ζυμη ολον το φυραμα ζυμοι·
VATICANUS_B330Ου καλον το καυχημα υμων ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι·
SINAITICUS_A360Ου καλον το καυχημα υμων Ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι
ALEXANDRINUS_A390Ου καλον το καυχημα υμων Ουκ οιδατε οτι μικρα ζυμη ολοˉ το φυραμα ζυμοι
EPHRAEMI_RESCRIPTUS_A410Ου [καλον το καυχημα υμ]ων Ουκ οιδατε οτι μικρα ζυμη ολον το [φυ]ραμα ζυμοι
NOUVELLE_DISPOSITION2023Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
NESTLE_ALAND_282016°Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ⸀ζυμοῖ;
WESTCOTT_HORT1885Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
SBL2011Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
TISCHENDORF1872Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
ROBINSON_ET_PIERPONT2019Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
STEPHANUS1550Οὐ καλὸν τὸ καύχημα ὑμῶν. ουκʼ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
SCRIVENER1894οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
KING_JAMES2020Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;


1CORINTHIENS 5 7 EL RO FR TE
APPARAT_CRITIQUE2016• 7⸆ουν 𝔓¹¹vid א² C L P Ψ 048. 33. 81. 104. 365. 630. 1175. 1241. 1505. 1739. 1881 𝔐 ar vgmss syh ¦txt 𝔓⁴⁶ א* A B D F G 614. 629. 2464 lat syp; Cl |υπερ ημων א² C³ L P Ψ 104. 365. 630. 1175c. 1241. 1505. 1881. 2464 𝔐 sy sa boms ¦txt 𝔓¹¹vid.⁴⁶vid א* A B C* D F G 33. 81. 1175*. 1739 latt bo; Cl Or Epiph
VATICANUS_A330εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι και γαρ το πασχα ημων ετυθη Χ̅Σ̅
SINAITICUS_A360Εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι Και γαρ το Πασχα ημων ετυθη Χ̅Σ̅
SINAITICUS_B360Εκκαθαρατε ουν την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι Και γαρ το Πασχα ημων υπερ ημων ετυθη Χ̅Σ̅
ALEXANDRINUS_A390Εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εσται αζυμοι Και γαρ το Πασχα ημωˉ ετυθη Χ̅Σ̅
EPHRAEMI_RESCRIPTUS_A410Εκκαθ[α]ρατε ουν την παλαιαˉ ζ[υ]μην ιν[α η]τε νεον φυραμα καθως εστε αζυμοι Και γαρ το Πασχα ημων ετυθη Χ̅Σ̅
EPHRAEMI_RESCRIPTUS_B410Εκκαθ[α]ρατε ουν την παλαιαˉ ζ[υ]μην ιν[α η]τε νεον φυραμα καθως εστε αζυμοι Και γαρ το Πασχα ημων υπερ ημων ετυθη Χ̅Σ̅
NOUVELLE_DISPOSITION2023ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός.
NESTLE_ALAND_282016ἐκκαθάρατε ⸆ τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ⸇ ἐτύθη Χριστός.
WESTCOTT_HORT1885ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός·
SBL2011ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ⸀ἡμῶν ἐτύθη Χριστός·
TISCHENDORF1872ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώσ ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστόσ·
ROBINSON_ET_PIERPONT2019Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη χριστός·
STEPHANUS1550ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.
SCRIVENER1894ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐθύθη Χριστός·
KING_JAMES2020Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός:


1CORINTHIENS 5 8 EL RO FR TE
APPARAT_CRITIQUE2016• 8⸀μη B ¦ 630. 1739. 1881 |πορνειας F G
VATICANUS_A330ωστε εορταζωμεν μη εν ζυμη παλαια μη εν ζυμη κακιας και πονηριας· αλλ εν αζυμοις ειλικρινειας και αληθειας
SINAITICUS_A360ωστε εορταζωμεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ειλικρινιας και αληθιας
ALEXANDRINUS_A390ωστε εορταζομεˉ μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ηλικρινιας και αληθειας
EPHRAEMI_RESCRIPTUS_A410ωστε εορταζωμεν μη εˉ ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ειλικρινιας και αληθιας
EPHRAEMI_RESCRIPTUS_B410ωστε εορταζωμεν μη εˉ ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εˉ αζυμοις ειλικρινιας και αληθειας
NOUVELLE_DISPOSITION2023ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
NESTLE_ALAND_282016ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ ⸀μηδὲ ἐν ζύμῃ κακίας καὶ ⸁πονηρίας ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 
WESTCOTT_HORT1885ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας.
SBL2011ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
TISCHENDORF1872ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίασ καὶ πονηρίασ, ἀλλ’ ἐν ἀζύμοισ εἰλικρινίασ καὶ ἀληθείασ.
ROBINSON_ET_PIERPONT2019ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
STEPHANUS1550ὥςτε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
SCRIVENER1894ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
KING_JAMES2020Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας· ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.


1CORINTHIENS 5 9 EL RO FR TE
APPARAT_CRITIQUE2016• 9⸀συναναμιγνυσθε D¹ 1241
VATICANUS_A330Εγραψα υμιν εν τη επιστολη μη συˉαναμειγνυσθαι πορνοις
VATICANUS_B330Εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
SINAITICUS_A360Εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
ALEXANDRINUS_A390Εγραψα υμιˉ εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
EPHRAEMI_RESCRIPTUS_A410Εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
NOUVELLE_DISPOSITION2023Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,
NESTLE_ALAND_282016Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ ⸀συναναμίγνυσθαι πόρνοις,
WESTCOTT_HORT1885Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,
SBL2011Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,
TISCHENDORF1872Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοισ,
ROBINSON_ET_PIERPONT2019Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις·
STEPHANUS1550Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις·
SCRIVENER1894Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις·
KING_JAMES2020Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις:


1CORINTHIENS 5 10 EL RO FR TE
APPARAT_CRITIQUE2016• 10⸆και א² D¹ L P Ψ 104. 365. 630. 1241. 1505. 2464 𝔐 vgvg-ms sy (p) ¦txt 𝔓⁴⁶ א* A B C D* F G 33. 81. 1175. 1739. 1881 lat; Tert | 𝔓⁴⁶ א² D¹ L Ψ 365. 1241. 1505. 1881 𝔐 lat sy co ¦txt 𝔓⁶¹ א* A B C D* F G P 048. 33. 81. 104. 630. 1175. 1739. 2464 d |(ex itac.?) οφειλετε B² P Ψ 6. 81. 365. 630. 1505. 1739. 1881 pm
VATICANUS_A330ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφειλετε αρα εκ του κοσμου εξελθειν
VATICANUS_B330ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει οφειλετε αρα εκ του κοσμου εξελθειν
SINAITICUS_A360ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφιλετε αρα εκ του κοσμου εξελθιν
SINAITICUS_B360και ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις η αρπαξιν η ειδωλολατραις επει ωφιλετε αρα εκ του κοσμου εξελθιν
ALEXANDRINUS_A390ου παντως τοις πορνοις * του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφιλεται αρα εκ του κοσμου εξελθειν
ALEXANDRINUS_B390ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφιλεται αρα εκ του κοσμου εξελθειν
EPHRAEMI_RESCRIPTUS_A410ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις η αρπαξιν η ειδωλολατραις επει ωφειλετε αρα εκ του κοσμου εξελθειν
NOUVELLE_DISPOSITION2023οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
NESTLE_ALAND_282016⸆ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸁ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
WESTCOTT_HORT1885οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
SBL2011⸀οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸀ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
TISCHENDORF1872οὐ πάντωσ τοῖσ πόρνοισ τοῦ κόσμου τούτου ἢ τοῖσ πλεονέκταισ καὶ ἅρπαξιν ἢ εἰδωλολάτραισ, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
ROBINSON_ET_PIERPONT2019καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
STEPHANUS1550καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν·
SCRIVENER1894καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
KING_JAMES2020Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.


1CORINTHIENS 5 11 EL RO FR TE
APPARAT_CRITIQUE2016• 11⸀νυνι א* C D* 6. 104. 365. 629. 1241 pm | B² L 6. 33. 104. 365. 614. 1881 f g (sine acc. 𝔓⁴⁶ א A B* C D F G P) ; Irarm
VATICANUS_A330νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλοτρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
VATICANUS_B330νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
SINAITICUS_A360Νυνι δε εγραψα υμιˉ μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
SINAITICUS_B360Νυν δε εγραψα υμιˉ μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
ALEXANDRINUS_A390Νυν δε εγραψα υμιˉ μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μη συνεσθιειν
EPHRAEMI_RESCRIPTUS_A410Νυνι δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η μεθυσος η ειδωλολατρης η λοιδορος η πλεονεκτης η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
NOUVELLE_DISPOSITION2023νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
NESTLE_ALAND_282016⸀νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ⸁ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
WESTCOTT_HORT1885νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
SBL2011νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
TISCHENDORF1872νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τισ ἀδελφὸσ ὀνομαζόμενοσ ᾖ πόρνοσ ἢ πλεονέκτησ ἢ εἰδωλολάτρησ ἢ λοίδοροσ ἢ μέθυσοσ ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
ROBINSON_ET_PIERPONT2019Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
STEPHANUS1550νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
SCRIVENER1894νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
KING_JAMES2020Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.


1CORINTHIENS 5 12 EL RO FR TE
APPARAT_CRITIQUE2016• 12⸆και D L Ψ 365. 1241. 2464 𝔐 syh ¦txt 𝔓⁴⁶ א A B C F G P 6. 33. 81. 104. 630. 1175. 1505. 1739. 1881 latt syp; Or |τους εσωθεν υμεις κρινατε 𝔓⁴⁶ syp
VATICANUS_A330τι γαρ μοι τους εξω κρεινειν ουχι τους εσω υμεις κρεινετε
VATICANUS_B330τι γαρ μοι τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε
SINAITICUS_A360Τι γαρ μοι τους εξω κρινειν Ουχι τους εσω υμεις κρινειτε
SINAITICUS_B360Τι γαρ μοι τους εξω κρινειν Ουχι τους εσω υμεις κρινετε
ALEXANDRINUS_A390Τι γαρ μοι τους εξω κρινειν Ουχι τους εσω υμεις κρινεται
EPHRAEMI_RESCRIPTUS_A410Τι γαρ μοι τους εξω κρινειν Ουχι τους εσω υμας κρινετε
EPHRAEMI_RESCRIPTUS_B410Τι γαρ μοι τους εξω κρινειν Ουχι τους εσω υμις κρινετε
NOUVELLE_DISPOSITION2023τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;
NESTLE_ALAND_282016τί γάρ μοι ⸆ τοὺς ἔξω κρίνειν; ⸂οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε⸃;
WESTCOTT_HORT1885τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,
SBL2011τί γάρ ⸀μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,
TISCHENDORF1872τί γάρ μοι τοὺσ ἔξω κρίνειν; οὐχὶ τοὺσ ἔσω ὑμεῖσ κρίνετε;
ROBINSON_ET_PIERPONT2019Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;
STEPHANUS1550Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;
SCRIVENER1894τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;
KING_JAMES2020Τί γάρ μοι καί τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;


1CORINTHIENS 5 13 EL RO FR TE
APPARAT_CRITIQUE2016• 13⸀κρίνει D² L Ψ 629. 1241. 2464 d (sine acc. 𝔓⁴⁶ א A B* C D* F G P) |εξαιρετε 𝔓⁴⁶ 6. 1739. 1881 ¦και εξαρειτε D² L 630. 1241. 1505 𝔐 sy (h) ¦txt א A B C D* F G P Ψ 33. 81. 104. 365. 1175. 2464
VATICANUS_A330τους δε εξω ο Θ̅Σ̅ κρινει εξαρατε τον πονηρον εξ υμωˉ αυτων
SINAITICUS_A360Τους δε εξω ο Θ̅Σ̅ κρινει εξαρατε τον πονηρον εξ υμων αυτων
ALEXANDRINUS_A390Τους δε εξω ο Θ̅Σ̅ κρινει Εξαρατε τοˉ πονηρον εξ υμων αυτων
EPHRAEMI_RESCRIPTUS_A410Τους δε εξω ο Θ̅Σ̅ κρινει Εξαρατε τον πονηρον εξ υμων αυτων
NOUVELLE_DISPOSITION2023τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
NESTLE_ALAND_282016τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρινεῖ. ⸁ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
WESTCOTT_HORT1885τοὺς δὲ ἔξω ὁ θεὸς κρίνει; ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
SBL2011τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει; ⸀ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
TISCHENDORF1872τοὺσ δὲ ἔξω ὁ θεὸσ κρινεῖ. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
ROBINSON_ET_PIERPONT2019Τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ. Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
STEPHANUS1550τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει. Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
SCRIVENER1894τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει. καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
KING_JAMES2020Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ. Καί ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.