ROMAINS [ 1CORINTHIENS ] 2CORINTHIENS GALATES EPHESIENS PHILIPPIENS COLOSSIENS
1THESSALONICIENS 2THESSALONICIENS 1TIMOTHEE 2TIMOTHEE TITE PHILEMON HEBREUX
JACQUES 1PIERRE 2PIERRE 1JEAN 2JEAN 3JEAN JUDAS APOCALYPSE
VATICANUS_A | 330 | Ουτως ημας λογιζεσθω ανθρωπος ως υπηρετας Χ̅Υ̅ και οικονομους μυστηριωˉ Θ̅Υ̅ |
SINAITICUS_A | 360 | Ουτως ημας λογιζεσθω ανθρωπος ως υπηρετας Χ̅Υ̅ και οικονομους μυστηριων Θ̅Υ̅ |
ALEXANDRINUS_A | 390 | Ουτως ημας λογιζεσθω Α̅Ν̅Ο̅Σ̅ ως υπηρετας Χ̅Υ̅ και οικονομους μυστηριων Θ̅Υ̅ |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ουτως ημας λογιζεσθω Α̅Ν̅Ο̅Σ̅ ως υπηρετας Χ̅Υ̅ και οικονομους μυστηριων Θ̅Υ̅ |
NOUVELLE_DISPOSITION | 2023 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. |
NESTLE_ALAND_28 | 2016 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. |
WESTCOTT_HORT | 1885 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. |
SBL | 2011 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. |
TISCHENDORF | 1872 | Οὕτωσ ἡμᾶσ λογιζέσθω ἄνθρωποσ ὡσ ὑπηρέτασ Χριστοῦ καὶ οἰκονόμουσ μυστηρίων θεοῦ. |
ROBINSON_ET_PIERPONT | 2019 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. |
STEPHANUS | 1550 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ· |
SCRIVENER | 1894 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. |
KING_JAMES | 2020 | Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ. |
APPARAT_CRITIQUE | 2016 | ¶ 4,2⸀ |
VATICANUS_A | 330 | ωδε λοιπον ζητειται εν τοις οικονομοις ινα πιστος τις ευρεθη |
SINAITICUS_A | 360 | ωδε λοιπον τι ζητειτε εν τοις οικονομοις ινα πιστος τις ευρεθη |
SINAITICUS_B | 360 | ωδε λοιπον ζητειτε εν τοις οικονομοις ινα πιστος τις ευρεθη |
ALEXANDRINUS_A | 390 | Ωδε λοιπον ζητειτε εν τοις οικονομοις ινα πιστος τις ευρεθη |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ωδε λοιπον ζητειτε εν τοις οικ[ονομοι]ς ινα πιστος τις ευρεθη |
NOUVELLE_DISPOSITION | 2023 | ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. |
NESTLE_ALAND_28 | 2016 | ⸀ὧδε λοιπὸν ⸁ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. |
WESTCOTT_HORT | 1885 | ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. |
SBL | 2011 | ⸀ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. |
TISCHENDORF | 1872 | ὧδε λοιπὸν ζητεῖται ἐν τοῖσ οἰκονόμοισ ἵνα πιστόσ τισ εὑρεθῇ. |
ROBINSON_ET_PIERPONT | 2019 | Ὃ δὲ λοιπόν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. |
STEPHANUS | 1550 | ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. |
SCRIVENER | 1894 | ὃ δὲ λοιπόν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. |
KING_JAMES | 2020 | Ὅ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. |
VATICANUS_A | 330 | εμοι δε εις ελαχιστον εστιν ινα υφ υμων ανακριθω η υπο ανθρωπινης ημερας αλλ ουδε εμαυτον ανακρεινω |
VATICANUS_B | 330 | εμοι δε εις ελαχιστον εστιν ινα υφ υμων ανακριθω η υπο ανθρωπινης ημερας αλλ ουδε εμαυτον ανακρινω |
SINAITICUS_A | 360 | Εμοι δε εις ελαχιστον εστιν ινα υφ υμωˉ ανακριθω η υπο ανθρωπινης ημερας αλλ ουδε εμαυτον ανακρινω |
ALEXANDRINUS_A | 390 | Εμοι δε εις ελαχιστον εστιν ινα υφ ημων ανακριθω η υπο ανθρωπινης ημερας αλλ ουδε εμαυτον ανακρινω |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Εμοι δε εις ελαχιστον εσ[τιν ινα υ]φ υμων ανακριθω η υπο ανθρωπινης ημερας αλλ ουδε εμαυτοˉ ανακρινω |
NOUVELLE_DISPOSITION | 2023 | ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. |
NESTLE_ALAND_28 | 2016 | ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾿ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. |
WESTCOTT_HORT | 1885 | ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· |
SBL | 2011 | ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· |
TISCHENDORF | 1872 | ἐμοὶ δὲ εἰσ ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνησ ἡμέρασ· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· |
ROBINSON_ET_PIERPONT | 2019 | Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. |
STEPHANUS | 1550 | ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· |
SCRIVENER | 1894 | ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. |
KING_JAMES | 2020 | Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας: ἀλλʼ, οὐδὲ ἐμαυτὸν ἀνακρίνω. |
VATICANUS_A | 330 | ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρεινων με Κ̅Σ̅ εστιν |
VATICANUS_B | 330 | ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρινων με Κ̅Σ̅ εστιν |
SINAITICUS_A | 360 | Ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο γαρ ανακρινων με Κ̅Σ̅ εστιν |
SINAITICUS_B | 360 | Ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρινων με Κ̅Σ̅ εστιν |
ALEXANDRINUS_A | 390 | Ουδεˉ γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρινων με Κ̅Σ̅ εστιν |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ουδεν γαρ εμαυτω [συνοιδ]α [αλλ ουκ εν του]τω δεδικαιωμαι ο δε ανακρινων [με] Κ̅Σ̅ εστιν |
NOUVELLE_DISPOSITION | 2023 | οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. |
NESTLE_ALAND_28 | 2016 | οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. |
WESTCOTT_HORT | 1885 | οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. |
SBL | 2011 | οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. |
TISCHENDORF | 1872 | οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριόσ ἐστιν. |
ROBINSON_ET_PIERPONT | 2019 | Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. |
STEPHANUS | 1550 | οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα. ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν. |
SCRIVENER | 1894 | οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. |
KING_JAMES | 2020 | Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι: ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. |
APPARAT_CRITIQUE | 2016 | • 5° |
VATICANUS_A | 330 | ωστε μη προ καιρου τι κρεινετε εως αν ελθη ο Κ̅Σ̅ ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του Θ̅Υ̅ |
VATICANUS_B | 330 | ωστε μη προ καιρου τι κρινετε εως αν ελθη ο Κ̅Σ̅ ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του Θ̅Υ̅ |
SINAITICUS_A | 360 | Ωστε μη προ καιρου τι κρινεται εως αˉ ελθη ο Κ̅Σ̅ ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του Θ̅Υ̅ |
ALEXANDRINUS_A | 390 | Ωστε μη προ καιρου τι κρινεται εως αν ελθη ο Κ̅Σ̅ ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του Θ̅Υ̅ |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ωστε μη προ καιρου τι κρινετε εως αν ελθη ο Κ̅Σ̅ [ος και φω]τισει τα κρυπτα του σκοτους και φανερωσ[ει τας βου]λας των καρδιων και τοτε ο επαι[νος γενησεται ε]καστω απο του Θ̅Υ̅ |
NOUVELLE_DISPOSITION | 2023 | ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. |
NESTLE_ALAND_28 | 2016 | ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος, °ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. |
WESTCOTT_HORT | 1885 | ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. |
SBL | 2011 | ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. |
TISCHENDORF | 1872 | ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕωσ ἂν ἔλθῃ ὁ κύριοσ, ὃσ καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότουσ καὶ φανερώσει τὰσ βουλὰσ τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινοσ γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. |
ROBINSON_ET_PIERPONT | 2019 | Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. |
STEPHANUS | 1550 | ὥςτε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. |
SCRIVENER | 1894 | ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. |
KING_JAMES | 2020 | Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν: καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. |
APPARAT_CRITIQUE | 2016 | • 6⸀ |
VATICANUS_A | 330 | Ταυτα δε αδελφοι μετεσχηματισα εις εμαυτον και απολλων δι υμας ινα εν ημιν μαθητε το Μη υπερ α γεγραπται ινα μη εις υπερ του ενος φυσιουσθε κατα του ετερου |
VATICANUS_B | 330 | Ταυτα δε αδελφοι μετεσχηματισα εις εμαυτον και απο πολλων δι υμας ινα εν ημιν μαθητε το Μη υπερ α γεγραπται ινα μη εις υπερ του ενος φυσιουσθε κατα του ετερου |
SINAITICUS_A | 360 | Ταυτα αδελφοι μετεσχηματισα εις εμαυτον και Απολλων δι υμας ινα εν ημιν μαθητε το μη υπερ α γεγραπτε ινα μη εις υπερ του ενος φυσιουσθαι κατα του ετερου |
SINAITICUS_B | 360 | Ταυτα δε αδελφοι μετεσχηματισα εις εμαυτον και Απολλω δι υμας ινα εν ημιν μαθητε το μη υπερ α γεγραπτε φρονιν ινα μη εις υπερ του ενος φυσιουσθαι κατα του ετερου |
ALEXANDRINUS_A | 390 | Ταυτα [δε αδελ]φοι μετεσχηματισα [εις εμαυ]τον και Απολλων δι υμ̣[ας] ινα εν ημιν μαθηται το̣ [μη] υπερ α γεγραπται ινα μη [εις] υπερ του ενος φυσιουσ̣[θε] κατα του ετερου |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ταυτα δε αδελφοι μετεσχηματισα εις εμαυτον και [Απολ]λω δι υμας ινα εν ημ[ιν μ]α[θητε το] μη υπερ α [γεγραπται φρονειν ι]να μη [ει]ς υπερ του ενος φ[υσι]ουσθε κατα του ετερου |
NOUVELLE_DISPOSITION | 2023 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
NESTLE_ALAND_28 | 2016 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ⸀ἃ γέγραπται ⸆, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
WESTCOTT_HORT | 1885 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼν διʼ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τό Μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
SBL | 2011 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ⸀Ἀπολλῶν δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τό· Μὴ ὑπὲρ ⸀ἃ ⸀γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
TISCHENDORF | 1872 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰσ ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶσ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷσ ὑπὲρ τοῦ ἑνὸσ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
ROBINSON_ET_PIERPONT | 2019 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
STEPHANUS | 1550 | Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶ δἰ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
SCRIVENER | 1894 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
KING_JAMES | 2020 | Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ διʼ ὑμᾶς· ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. |
VATICANUS_A | 330 | τις γαρ σε διακρεινει τι δε εχεις ο ουκ ελαβες ει δε και ελαβες τι καυχασαι ως μη λαβων |
VATICANUS_B | 330 | τις γαρ σε διακρινει τι δε εχεις ο ουκ ελαβες ει δε και ελαβες τι καυχασαι ως μη λαβων |
SINAITICUS_A | 360 | Τις γαρ σε διακρινει Τι δε εχεις ο ουκ ελαβες Ει δε και ελαβες τι καυχασαι ως μη λαβων |
ALEXANDRINUS_A | 390 | Τις γαρ [σε] διακρινει Τι δε εχεις ο ο[υκ] ελαβες Ει δε και ελαβες τι καυχασαι ως μη λαβων |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Τις γαρ σε διακρινει Τι δε εχε[ις ο ουκ ελαβες Ει δε και] ελαβες τι καυχασαι ως μη λαβων |
NOUVELLE_DISPOSITION | 2023 | τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; |
NESTLE_ALAND_28 | 2016 | τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; |
WESTCOTT_HORT | 1885 | τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; |
SBL | 2011 | τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; |
TISCHENDORF | 1872 | τίσ γάρ σε διακρίνει; τί δὲ ἔχεισ ὃ οὐκ ἔλαβεσ; εἰ δὲ καὶ ἔλαβεσ, τί καυχᾶσαι ὡσ μὴ λαβών; |
ROBINSON_ET_PIERPONT | 2019 | Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; |
STEPHANUS | 1550 | τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; |
SCRIVENER | 1894 | τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; |
KING_JAMES | 2020 | Τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; |
VATICANUS_A | 330 | ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρις ημων εβασιλευσατε· και οφελον γε εβασιλευσατε ινα και ημεις υμιν συνβασιλευσωμεν |
VATICANUS_B | 330 | ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρις ημων εβασιλευσατε· και οφελον γε εβασιλευσατε ινα και ημεις υμιν συμβασιλευσωμεν |
SINAITICUS_A | 360 | Ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρις ημων εβασιλευσατε και οφελον γε εβασιλευσατε ινα και ημις υμιν συνβασιλευσωμεν |
ALEXANDRINUS_A | 390 | Ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε και οφελον γε εβασιλευσατε ινα και ημεις υμιν συνβασιλευσωμεˉ |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρις ημων εβασιλευσατε και οφε[λ]ον γε εβασιλευσατε ινα και ημεις υμιν συνβασιλευσωμεν |
NOUVELLE_DISPOSITION | 2023 | ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. |
NESTLE_ALAND_28 | 2016 | ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. |
WESTCOTT_HORT | 1885 | ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν. |
SBL | 2011 | Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. |
TISCHENDORF | 1872 | ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶσ ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖσ ὑμῖν συμβασιλεύσωμεν. |
ROBINSON_ET_PIERPONT | 2019 | Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. |
STEPHANUS | 1550 | ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· |
SCRIVENER | 1894 | ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. |
KING_JAMES | 2020 | Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε: καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. |
APPARAT_CRITIQUE | 2016 | • 9⸆ |
VATICANUS_A | 330 | δοκω γαρ ο Θ̅Σ̅ ημας τους αποστολους εσχατους απεδειξεˉ ως επιθανατιους οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και ανθρωποις |
SINAITICUS_A | 360 | Δοκω γαρ ο Θ̅Σ̅ ημας τους αποστολους εσχατους απεδιξεˉ ως επιθανατιους οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και αˉθρωποις |
SINAITICUS_B | 360 | Δοκω γαρ οτι ο Θ̅Σ̅ ημας τους αποστολους εσχατους απεδιξεˉ ως επιθανατιους οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και αˉθρωποις |
ALEXANDRINUS_A | 390 | Δοκω γαρ ο Θ̅Σ̅ ημας τους αποστολους εσχατους απεδιξεν ως επιθανατιους οτι θεατρον εγενηθημεˉ τω κοσμω και αγγελοις και Α̅Ν̅Ο̅Ι̅Σ̅ |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Δοκω γαρ ο Θ̅Σ̅ ημας τους αποστολους εσχατους απεδειξεν ως επιθανατιους οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και Α̅Ν̅Ο̅Ι̅Σ̅ |
NOUVELLE_DISPOSITION | 2023 | δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. |
NESTLE_ALAND_28 | 2016 | δοκῶ γάρ, ⸆ ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. |
WESTCOTT_HORT | 1885 | δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. |
SBL | 2011 | δοκῶ ⸀γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. |
TISCHENDORF | 1872 | δοκῶ γάρ, ὁ θεὸσ ἡμᾶσ τοὺσ ἀποστόλουσ ἐσχάτουσ ἀπέδειξεν ὡσ ἐπιθανατίουσ, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοισ καὶ ἀνθρώποισ. |
ROBINSON_ET_PIERPONT | 2019 | Δοκῶ γὰρ ὅτι ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. |
STEPHANUS | 1550 | δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. |
SCRIVENER | 1894 | δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. |
KING_JAMES | 2020 | Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους, ἀπέδειξεν ὡς ἐπιθανατίους: ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. |
APPARAT_CRITIQUE | 2016 | • 10⸀ |
VATICANUS_A | 330 | ημεις μωροι δια Χ̅Ν̅ υμεις δε φρονιμοι εν Χ̅Ω̅ ημεις ασθενεις υμεις δε ισχυροι υμεις ενδοξοι· ημεις δε ατειμοι |
VATICANUS_B | 330 | ημεις μωροι δια Χ̅Ν̅ υμεις δε φρονιμοι εν Χ̅Ω̅ ημεις ασθενεις υμεις δε ισχυροι υμεις ενδοξοι· ημεις δε ατιμοι |
SINAITICUS_A | 360 | Ημεις μωροι δια Χ̅Ν̅ υμεις δε φρονιμοι εν Χ̅Ω̅ ημεις ασθενεις υμεις δε ισχυροι υμεις ενδοξοι ημεις δε ατιμοι |
ALEXANDRINUS_A | 390 | Ημεις μωροι δια Χ̅Ν̅ υμεις δε φρονιμοι εν Χ̅Ω̅ ημεις ασθενεις υμεις δε ισχυροι υμεις ενδοξοι ημεις δε ατιμοι |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ημεις μωροι δια Χ̅Ν̅ υμεις δε φρονιμοι εν Χ̅Ω̅ ημεις ασθενεις υμεις δε ισχυροι υμεις ενδοξοι ημεις δε ατιμοι |
NOUVELLE_DISPOSITION | 2023 | ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
NESTLE_ALAND_28 | 2016 | ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν ⸀Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
WESTCOTT_HORT | 1885 | ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
SBL | 2011 | ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
TISCHENDORF | 1872 | ἡμεῖσ μωροὶ διὰ Χριστόν, ὑμεῖσ δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖσ ἀσθενεῖσ, ὑμεῖσ δὲ ἰσχυροί· ὑμεῖσ ἔνδοξοι, ἡμεῖσ δὲ ἄτιμοι. |
ROBINSON_ET_PIERPONT | 2019 | Ἡμεῖς μωροὶ διὰ χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
STEPHANUS | 1550 | ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
SCRIVENER | 1894 | ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
KING_JAMES | 2020 | Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. |
APPARAT_CRITIQUE | 2016 | • 11⸀ |
VATICANUS_A | 330 | αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνειτευομεν και κολαφιζομεθα και αστατουμεˉ· |
VATICANUS_B | 330 | αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνιτευομεν και κολαφιζομεθα και αστατουμεˉ· |
SINAITICUS_A | 360 | Αχρι της αρτι ωρας και πινωμεν και διψωμεν και γυμνιτευομεˉ και κολαφιζομεθα και αστατουμεν |
ALEXANDRINUS_A | 390 | Αχρι της αρτι ωρας και πινωμεν και διψωμεν και [κο]λαφιζομεθα και αστατουμεˉ |
ALEXANDRINUS_B | 390 | Αχρι της αρτι ωρας και πινωμεν και διψωμεν και γυμνιτευομεˉ και κολαφιζομεθα και αστατουμεˉ |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Αχρι της αρτι ωρας και πινωμεν και διψωμεˉ και γυμνιτευομεν και κολαφιζομεθα και αστατουμεν |
NOUVELLE_DISPOSITION | 2023 | ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν |
NESTLE_ALAND_28 | 2016 | ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ ⸀γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν |
WESTCOTT_HORT | 1885 | ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν |
SBL | 2011 | ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν |
TISCHENDORF | 1872 | ἄχρι τῆσ ἄρτι ὥρασ καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν |
ROBINSON_ET_PIERPONT | 2019 | Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, |
STEPHANUS | 1550 | ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, |
SCRIVENER | 1894 | ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, |
KING_JAMES | 2020 | Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν· |
VATICANUS_A | 330 | και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα |
VATICANUS_B | 330 | και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσι λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα |
SINAITICUS_A | 360 | και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα |
ALEXANDRINUS_A | 390 | και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα |
EPHRAEMI_RESCRIPTUS_A | 410 | και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα |
NOUVELLE_DISPOSITION | 2023 | καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, |
NESTLE_ALAND_28 | 2016 | καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, |
WESTCOTT_HORT | 1885 | καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, |
SBL | 2011 | καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, |
TISCHENDORF | 1872 | καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖσ ἰδίαισ χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, |
ROBINSON_ET_PIERPONT | 2019 | καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· |
STEPHANUS | 1550 | καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· |
SCRIVENER | 1894 | καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· |
KING_JAMES | 2020 | Καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν: λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα: |
APPARAT_CRITIQUE | 2016 | • 13⸀ |
VATICANUS_A | 330 | βλασφημουμενοι παρακαλουμεν ως περικαθαρματα του κοσμου εγενηθημεν παντωˉ περιψημα εως αρτι |
SINAITICUS_A | 360 | δυσφημουμενοι παρακαλουμεν ως περικαθαρματα του κοσμου εγενηθημεν παντων περιψημα εως αρτι |
SINAITICUS_B | 360 | βλασφημουμενοι παρακαλουμεν ως περικαθαρματα του κοσμου εγενηθημεν παντων περιψημα εως αρτι |
ALEXANDRINUS_A | 390 | δυσφημουμενοι παρακαλουμεν ως περικαθαρματα του κοσμου εγενηθημεˉ παντων περιψημα εως αρτι |
EPHRAEMI_RESCRIPTUS_A | 410 | δ̣υ̣σ̣φημουμενοι παρακαλουμεν ως περικαθαρματα του κοσμο[υ] εγενηθημεν παντων περιψημα εως αρτι |
NOUVELLE_DISPOSITION | 2023 | δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. |
NESTLE_ALAND_28 | 2016 | ⸀δυσφημούμενοι παρακαλοῦμεν· ⸂ὡς περικαθάρματα⸃ τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. |
WESTCOTT_HORT | 1885 | δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. |
SBL | 2011 | ⸀δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. |
TISCHENDORF | 1872 | δυσφημούμενοι παρακαλοῦμεν· ὡσ περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕωσ ἄρτι. |
ROBINSON_ET_PIERPONT | 2019 | βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. |
STEPHANUS | 1550 | βλασφημούμενοι, παρακαλοῦμεν. ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. |
SCRIVENER | 1894 | βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. |
KING_JAMES | 2020 | Βλασφημούμενοι, παρακαλοῦμεν: ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. |
APPARAT_CRITIQUE | 2016 | • 14⸀ |
VATICANUS_A | 330 | Ουκ εντρεπων υμας γραφω ταυτα αλλα ως τεκνα μου αγαπητα νουθετω |
SINAITICUS_A | 360 | Ουκ εντρεπων υμας γραφω ταυτα αλλ ως τεκνα μου αγαπητα νουθετωˉ |
ALEXANDRINUS_A | 390 | Ουκ εντρεπων υμας γραφω ταυτα αλλ ως τεκνα μου αγαπητα νουθετων |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ουκ εντρεπων υμα[ς γραφ]ω ταυτ[α αλλ ω]ς τεκνα μου αγαπητα νουθετων |
NOUVELLE_DISPOSITION | 2023 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ[ν]. |
NESTLE_ALAND_28 | 2016 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ ⸀νουθετῶ[ν]. |
WESTCOTT_HORT | 1885 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν· |
SBL | 2011 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ ⸀νουθετῶν· |
TISCHENDORF | 1872 | Οὐκ ἐντρέπων ὑμᾶσ γράφω ταῦτα, ἀλλ’ ὡσ τέκνα μου ἀγαπητὰ νουθετῶν. |
ROBINSON_ET_PIERPONT | 2019 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. |
STEPHANUS | 1550 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· |
SCRIVENER | 1894 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. |
KING_JAMES | 2020 | Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. |
APPARAT_CRITIQUE | 2016 | • 15° |
VATICANUS_A | 330 | εαν γαρ μυριους παιδαγωγους εχητε εν Χ̅Ω̅ αλλ ου πολλους πατερας εν γαρ Χ̅Ω̅ δια του αγγελιου εγω υμας εγεννησα |
VATICANUS_B | 330 | εαν γαρ μυριους παιδαγωγους εχητε εν Χ̅Ω̅ αλλ ου πολλους πατερας εν γαρ Χ̅Ω̅ δια του ευαγγελιου εγω υμας εγεννησα |
SINAITICUS_A | 360 | Εαν γαρ μυριους παιδαγωγους εχητε εν Χ̅Ω̅ αλλ ου πολλους πατερας εν γαρ Χ̅Ω̅ Ι̅Υ̅ δια του ευαγγελιου εγω υμας εγεννησα |
ALEXANDRINUS_A | 390 | Εαν γαρ μυριους παιδαγωγους εχητε εν Χ̅Ω̅ αλλ ου πολλους Π̅Ρ̅Α̅Σ̅ εν γαρ Χ̅Ω̅ Ι̅Υ̅ δια του ευαγγελιου εγω υμας εγεννησα |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Εαν γ[αρ] μυριους παιδαγωγους εχητε εν Χ̅Ω̅ αλλ ου [πολλους π]ατερας ε[ν γα]ρ Χ̅Ω̅ Ι̅Υ̅ δια του ευαγγελιου εγω υμας ε[γεννη]σα |
NOUVELLE_DISPOSITION | 2023 | ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
NESTLE_ALAND_28 | 2016 | ἐὰν °γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ °¹Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
WESTCOTT_HORT | 1885 | ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
SBL | 2011 | ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
TISCHENDORF | 1872 | ἐὰν γὰρ μυρίουσ παιδαγωγοὺσ ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺσ πατέρασ· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶσ ἐγέννησα. |
ROBINSON_ET_PIERPONT | 2019 | Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
STEPHANUS | 1550 | ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
SCRIVENER | 1894 | ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
KING_JAMES | 2020 | Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας: ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. |
APPARAT_CRITIQUE | 2016 | • 16⸆ |
VATICANUS_A | 330 | παρακαλω ουν υμας· μειμηται μου γεινεσθε |
VATICANUS_B | 330 | παρακαλω ουν υμας· μιμηται μου γινεσθε |
SINAITICUS_A | 360 | Παρακαλω ουν υμας μιμηται μου γινεσθε |
ALEXANDRINUS_A | 390 | Παρακαλω ουν υμας μιμηται μου γεινεσθε |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Παρ[ακα]λ[ω ουν] υμας μιμηται μου γινεσθε |
NOUVELLE_DISPOSITION | 2023 | Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
NESTLE_ALAND_28 | 2016 | Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε ⸆. |
WESTCOTT_HORT | 1885 | παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
SBL | 2011 | παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
TISCHENDORF | 1872 | παρακαλῶ οὖν ὑμᾶσ, μιμηταί μου γίνεσθε. |
ROBINSON_ET_PIERPONT | 2019 | Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
STEPHANUS | 1550 | Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
SCRIVENER | 1894 | παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
KING_JAMES | 2020 | Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
APPARAT_CRITIQUE | 2016 | • 17⸆ |
VATICANUS_A | 330 | δια τουτο επεμψα υμιν Τειμοθεον ος εστιν μου τεκνον αγαπητον και πιστον εν Κ̅Ω̅ ος υμας αναμνησει τας οδους μου τας εν Χ̅Ω̅ καθως πανταχου εν παση εκκλησια διδασκω |
VATICANUS_B | 330 | δια τουτο επεμψα υμιν Τιμοθεον ος εστι μου τεκνον αγαπητον και πιστον εν Κ̅Ω̅ ος υμας αναμνησει τας οδους μου τας εν Χ̅Ω̅ καθως πανταχου εν παση εκκλησια διδασκω |
SINAITICUS_A | 360 | Δια τουτο αυτο επεμψα υμιν Τιμοθεον ος εστιν μου τεκνον αγαπητοˉ και πιστον εν Κ̅Ω̅ ος υμας αναμνησει τας οδους μου τας εν Χ̅Ω̅ Ι̅Υ̅ καθως πανταχου εν παση εκκλησια διδασκω |
SINAITICUS_B | 360 | Δια τουτο επεμψα υμιν Τιμοθεον ος εστιν μου τεκνον αγαπητοˉ και πιστον εν Κ̅Ω̅ ος υμας αναμνησει τας οδους μου τας εν Χ̅Ω̅ Ι̅Υ̅ καθως πανταχου εν παση εκκλησια διδασκω |
ALEXANDRINUS_A | 390 | Δια τουτο αυτο επεμψα υμιν Τιμοθεον ος εστιν μου τεκνον αγαπητοˉ και πιστον εν Κ̅Ω̅ ος υμας αναμιμνησει τας οδους μου τας εν Χ̅Ω̅ καθως πανταχου εν παση εκκλησια διδασκω |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Δια τουτο επεμψα υμιν Τιμοθεον ος εστιν μου τεκνοˉ αγαπητον και πιστον εν Κ̅Ω̅ ος υμας αναμνησει τας οδους μου τας εν Χ̅Ω̅ Ι̅Υ̅ καθως πανταχου εν παση εκκλ[η]σια διδασκω |
NOUVELLE_DISPOSITION | 2023 | Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [Ἰησοῦ], καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
NESTLE_ALAND_28 | 2016 | Διὰ τοῦτο ⸆ ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν ⸂Χριστῷ [Ἰησοῦ]⸃, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
WESTCOTT_HORT | 1885 | Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [Ἰησοῦ], καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
SBL | 2011 | διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν ⸂μου τέκνον⸃ ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ ⸀Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
TISCHENDORF | 1872 | διὰ τοῦτο αὐτὸ ἔπεμψα ὑμῖν Τιμόθεον, ὅσ ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃσ ὑμᾶσ ἀναμνήσει τὰσ ὁδούσ μου τὰσ ἐν Χριστῷ Ἰησοῦ, καθὼσ πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
ROBINSON_ET_PIERPONT | 2019 | Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστιν τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
STEPHANUS | 1550 | διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
SCRIVENER | 1894 | διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
KING_JAMES | 2020 | Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν τέκνον μου ἀγαπητὸν, καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. |
VATICANUS_A | 330 | ως μη ερχομενου δε μου προς υμας εφυσιωθησαν τινες |
SINAITICUS_A | 360 | Ως μη ερχομενου δε μου προς υμας εφυσιωθησαν τινες |
ALEXANDRINUS_A | 390 | Ως μη ερχομενο[υ] δε μου προς υμας εφυσιωθη̣[σαν τειν]ες |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ως μη ερχομενου δε μου προς υμας εφυσιωθησαν τινες |
NOUVELLE_DISPOSITION | 2023 | Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· |
NESTLE_ALAND_28 | 2016 | Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· |
WESTCOTT_HORT | 1885 | Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· |
SBL | 2011 | ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· |
TISCHENDORF | 1872 | ὡσ μὴ ἐρχομένου δέ μου πρὸσ ὑμᾶσ ἐφυσιώθησάν τινεσ· |
ROBINSON_ET_PIERPONT | 2019 | Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. |
STEPHANUS | 1550 | Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· |
SCRIVENER | 1894 | ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. |
KING_JAMES | 2020 | Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. |
VATICANUS_A | 330 | ελευσομαι δε ταχεως προς υμας εαν ο Κ̅Σ̅ θεληση· και γνωσομαι ου τον λογον τωˉ πεφυσιωμενων αλλα την δυναμιν |
SINAITICUS_A | 360 | Ελευσομαι δε ταχεως προς υμας εαν ο Κ̅Σ̅ θεληση και γνωσομαι ου τον λογον των πεφυσιωμενων αλλα την δυναμιˉ |
ALEXANDRINUS_A | 390 | Ελευσομαι δε ταχεως [πρ]ο̣ς υμας εαν ο Κ̅Σ̅ θεληση [και] γνωσομαι ου τον λογον [τ]ων πεφυσιωμενων αλλα [τ]η̣ν δυναμιν |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ελευσομαι δε ταχεως προς υμας εαν ο Κ̅Σ̅ θεληση και γνωσομαι ου τον λογον των πεφυσιωμενων αλλα την δ[υναμιν] |
NOUVELLE_DISPOSITION | 2023 | ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν· |
NESTLE_ALAND_28 | 2016 | ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν· |
WESTCOTT_HORT | 1885 | ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, |
SBL | 2011 | ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, |
TISCHENDORF | 1872 | ἐλεύσομαι δὲ ταχέωσ πρὸσ ὑμᾶσ, ἐὰν ὁ κύριοσ θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, |
ROBINSON_ET_PIERPONT | 2019 | Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. |
STEPHANUS | 1550 | ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. |
SCRIVENER | 1894 | ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. |
KING_JAMES | 2020 | Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. |
VATICANUS_A | 330 | ου γαρ εν λογω η βασιλεια του Θ̅Υ̅ αλλ εν δυναμει |
SINAITICUS_A | 360 | Ου γαρ εν λογω η βασιλεια του Θ̅Υ̅ αλλ εν δυναμι |
ALEXANDRINUS_A | 390 | Ου γαρ εν λο[γ]ω η βασιλεια του Θ̅Υ̅ αλλ εν δυναμει |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Ου γαρ εν λογω η βασιλεια του Θ̅Υ̅ αλλ εν δυναμει |
NOUVELLE_DISPOSITION | 2023 | οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ᾽ ἐν δυνάμει. |
NESTLE_ALAND_28 | 2016 | οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ᾿ ἐν δυνάμει. |
WESTCOTT_HORT | 1885 | οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλʼ ἐν δυνάμει. |
SBL | 2011 | οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει. |
TISCHENDORF | 1872 | οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει. |
ROBINSON_ET_PIERPONT | 2019 | Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ’ ἐν δυνάμει. |
STEPHANUS | 1550 | οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλʼ ἐν δυνάμει. |
SCRIVENER | 1894 | οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει. |
KING_JAMES | 2020 | Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλʼ ἐν δυνάμει. |
VATICANUS_A | 330 | τι θελετε· εν ραβδω ελθω προς υμας η εν αγαπη· πνευματι τε πραυτητος |
SINAITICUS_A | 360 | Τι θελετε Εν ραβδω ελθω προς υμας η εν αγαπη Π̅Ν̅Ι̅ τε πραοτητος |
ALEXANDRINUS_A | 390 | Τι θελετε Εν ρα[β]δω ελθω προς υμας η εν αγαπη Π̅Ν̅Ι̅ τε πραυτητος |
EPHRAEMI_RESCRIPTUS_A | 410 | Τι θελετε Εν ραβδω ελθω προς υμας η εν αγαπη Π̅Ν̅Ι̅ τε πρα[υτη]τος |
NOUVELLE_DISPOSITION | 2023 | τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; |
NESTLE_ALAND_28 | 2016 | τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; |
WESTCOTT_HORT | 1885 | τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; |
SBL | 2011 | τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; |
TISCHENDORF | 1872 | τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸσ ὑμᾶσ, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητοσ; |
ROBINSON_ET_PIERPONT | 2019 | Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος; |
STEPHANUS | 1550 | Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πρᾳότητος. |
SCRIVENER | 1894 | τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος; |
KING_JAMES | 2020 | Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πρᾳότητος; |