ȻINDEXNDHELLENEROMAINFRANCAISTECHNIQUELEMMECONFLITBAILLYMINIDICOGUÉMATRIECODE

MATTHIEUMARCLUCJEANACTES

ROMAINS1CORINTHIENS2CORINTHIENSGALATES[ EPHESIENS ]PHILIPPIENSCOLOSSIENS

1THESSALONICIENS2THESSALONICIENS1TIMOTHEE2TIMOTHEETITEPHILEMONHEBREUX

JACQUES1PIERRE2PIERRE1JEAN2JEAN3JEANJUDASAPOCALYPSE


CH1CH2CH3CH4[ CH5 ]CH6

V1V2V3V4V5V6V7V8V9V10V11V12V13V14V15V16V17V18V19V20V21V22V23V24V25V26V27V28V29V30V31V32V33

EPHESIENS 5 1 EL RO FR TE
VATICANUS_A330γεινεσθε ουν μειμηται του Θ̅Υ̅ ως τεκνα αγαπητα
VATICANUS_B330γινεσθε ουν μιμηται του Θ̅Υ̅ ως τεκνα αγαπητα
SINAITICUS_A360Γεινεσθε ουν μιμητε του Θ̅Υ̅ ως τεκνα αγαπητα
ALEXANDRINUS_A390[Γινεσ]θαι ουν μιμηται του Θ̅Υ̅ [ως τ]εκνα αγαπητα
NOUVELLE_DISPOSITION2023Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ
NESTLE_ALAND_282016Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ
WESTCOTT_HORT1885γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
SBL2011γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
TISCHENDORF1872Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡσ τέκνα ἀγαπητά,
ROBINSON_ET_PIERPONT2019Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά·
STEPHANUS1550Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ,
SCRIVENER1894Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά·
KING_JAMES2020Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά·


EPHESIENS 5 2 EL RO FR TE
APPARAT_CRITIQUE2016¶ 5,2⸀υμας א*.²b A B P 81. 326. 1175. 1241s it co; Clpt MVict Ambst Spec ¦txt 𝔓⁴⁶ א²a D F G K L Ψ 0278. 33. 104. 365. 630. 1505. 1739. 1881. 2464 𝔐 lat sy; Clpt Hier |υμων προσφοραν B 0278c. 1175 b m* co; MVict Ambst Spec
VATICANUS_A330και περιπατειτε εν αγαπη καθως και ο Χ̅Σ̅ ηγαπησεν υμας· και παρεδωκεν εαυτον υπερ υμων προσφοραν και θυσιαν τω Θ̅Ω̅ εις οσμηˉ ευωδιας
SINAITICUS_A360και περιπατειτε εν αγαπη καθως και ο Χ̅Σ̅ ηγαπησεν υμας και παρεδωκεν εαυτον υπερ ημων θυσιαν και προσφοραν τω Θ̅Ω̅ εις οσμην ευωδιας
SINAITICUS_B360και περιπατειτε εν αγαπη καθως και ο Χ̅Σ̅ ηγαπησεν ημας και παρεδωκεν εαυτον υπερ ημων θυσιαν και προσφοραν τω Θ̅Ω̅ εις οσμην ευωδιας
ALEXANDRINUS_A390και περιπα[τειτ]ε εν αγαπη καθως και ο Χ̅Σ̅ [ηγαπ]ησεν υμας και παρεδω[κεν] εαυτον υπερ ημων προσ[φορ]αν και θυσιαν τω Θ̅Ω̅ εις [οσ]μην ευωδιας
NOUVELLE_DISPOSITION2023καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
NESTLE_ALAND_282016καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸂ἡμῶν προσφορὰν⸃ καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
WESTCOTT_HORT1885καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ὑμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
SBL2011καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
TISCHENDORF1872καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼσ καὶ ὁ Χριστὸσ ἠγάπησεν ὑμᾶσ καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰσ ὀσμὴν εὐωδίασ.
ROBINSON_ET_PIERPONT2019καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
STEPHANUS1550καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ, εἰς ὀσμὴν εὐωδίας.
SCRIVENER1894καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
KING_JAMES2020Καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.


EPHESIENS 5 3 EL RO FR TE
VATICANUS_A330πορνεια δε και ακαθαρσια πασα η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις
SINAITICUS_A360Πορνια δε και ακαθαρσια πασα η πλεονεξια μηδε ονομαζεσθω εν υμιˉ καθως πρεπει αγιοις
ALEXANDRINUS_A390[Πο]ρ̣νια δε και ακαθαρσια πασα [η] πλεονεξια μηδε ονομα[ζ]εσθω εν υμιν καθως πρε[π]ει αγιοις
NOUVELLE_DISPOSITION2023Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
NESTLE_ALAND_282016Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
WESTCOTT_HORT1885Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
SBL2011Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα⸃ ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
TISCHENDORF1872Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼσ πρέπει ἁγίοισ,
ROBINSON_ET_PIERPONT2019Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις·
STEPHANUS1550Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
SCRIVENER1894πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις·
KING_JAMES2020Πορνεία δὲ, καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις·


EPHESIENS 5 4 EL RO FR TE
APPARAT_CRITIQUE2016• 4⸀ A D* F G Ψ 81. 104. 1241s latt sa; Irlat ¦txt 𝔓⁴⁶ א B D² K L 33. 630. 1505 𝔐 syp (bo) ; Cl Hier | א* A D* F G P 0278. 81. 104. 326. 365. 1175. 1241s. 1739. 2464 latt syh sa bomss; Irlat ¦txt 𝔓⁴⁶ א¹ B D² K L 33. 630. 1505 𝔐 syp (bo) ; Cl Hier |⸀¹και 𝔓⁴⁶ 629; Cyp
VATICANUS_A330και αισχροτης και μωρολογια η ευτραπελεια α ουκ ανηκεν αλλα μαλλον ευχαριστεια
VATICANUS_B330και αισχροτης και μωρολογια η ευτραπελεια α ουκ ανηκεν αλλα μαλλον ευχαριστια
SINAITICUS_A360και αισχροτης η μωρολογια η ευτραπελεια α ουκ ανηκεˉ αλλα μαλλον ευχαριστια
SINAITICUS_B360και αισχροτης και μωρολογια η ευτραπελεια α ουκ ανηκεˉ αλλα μαλλον ευχαριστια
ALEXANDRINUS_A390η αισχροτης η μωρ̣ολογια η ευτραπελια α ουκ ανηκεν αλλα μαλλον ευχαριστεια
NOUVELLE_DISPOSITION2023καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
NESTLE_ALAND_282016⸀καὶ αἰσχρότης ⸁καὶ μωρολογία ⸀¹ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
WESTCOTT_HORT1885καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
SBL2011καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν⸃, ἀλλὰ μᾶλλον εὐχαριστία.
TISCHENDORF1872καὶ αἰσχρότησ ἢ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
ROBINSON_ET_PIERPONT2019καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία.
STEPHANUS1550καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία·
SCRIVENER1894καὶ αἰσχρότης, καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία.
KING_JAMES2020Καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα: ἀλλὰ μᾶλλον εὐχαριστία.


EPHESIENS 5 5 EL RO FR TE
APPARAT_CRITIQUE2016• 5⸀ος A D* K L P 0278. 81. 104. 630. 1241s. 2464 𝔐; Cl ¦txt 𝔓⁴⁶ א B Dc F G Ψ 33. 365. 1175. 1505. 1739. 1881 latt |του θεου 𝔓⁴⁶ ¦του θεου και Χριστου F G boms; Ambst ¦Χριστου του θεου 1739* vgvg-ms
VATICANUS_A330τουτο γαρ ιστε γεινωσκοντες· οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του Χ̅Υ̅ και Θ̅Υ̅
VATICANUS_B330τουτο γαρ ιστε γινωσκοντες· οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του Χ̅Υ̅ και Θ̅Υ̅
SINAITICUS_A360Τουτο γαρ ιστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του Χ̅Υ̅ και Θ̅Υ̅
ALEXANDRINUS_A390Τουτο γαρ ιστε γεινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ος εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του Χ̅Υ̅ και Θ̅Υ̅
NOUVELLE_DISPOSITION2023τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
NESTLE_ALAND_282016τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ ⸂τοῦ Χριστοῦ καὶ θεοῦ⸃. 
WESTCOTT_HORT1885τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ.
SBL2011τοῦτο γὰρ ⸀ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
TISCHENDORF1872τοῦτο γὰρ ἴστε γινώσκοντεσ ὅτι πᾶσ πόρνοσ ἢ ἀκάθαρτοσ ἢ πλεονέκτησ, ὅ ἐστιν εἰδωλολάτρησ, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
ROBINSON_ET_PIERPONT2019Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ.
STEPHANUS1550τοῦτο γάρ ἐστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
SCRIVENER1894τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
KING_JAMES2020Τοῦτο γὰρ ἔστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.


EPHESIENS 5 6 EL RO FR TE
VATICANUS_A330Μηδεις υμας απατατω κενοις λογοις· δια ταυτα γαρ ερχεται η οργη του Θ̅Υ̅ επι τους υιους της απειθιας
VATICANUS_B330Μηδεις υμας απατατω κενοις λογοις· δια ταυτα γαρ ερχεται η οργη του Θ̅Υ̅ επι τους υιους της απειθειας
SINAITICUS_A360Μηδεις υμας απατατω καινοις λογοις δια ταυτα ερχεται η οργη του Θ̅Υ̅ επι τους υιους της απιθιας
SINAITICUS_B360Μηδεις υμας απατατω καινοις λογοις δια ταυτα γαρ ερχεται η οργη του Θ̅Υ̅ επι τους υιους της απιθιας
ALEXANDRINUS_A390Μηδεις υμας απατατω καινοις λογοις δια ταυτα γαρ ερχετε η οργη του Θ̅Υ̅ επι τους υιους της απιθειας
NOUVELLE_DISPOSITION2023Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
NESTLE_ALAND_282016Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
WESTCOTT_HORT1885Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθίας.
SBL2011Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
TISCHENDORF1872μηδεὶσ ὑμᾶσ ἀπατάτω κενοῖσ λόγοισ, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺσ υἱοὺσ τῆσ ἀπειθείασ.
ROBINSON_ET_PIERPONT2019Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
STEPHANUS1550Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
SCRIVENER1894μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
KING_JAMES2020Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις: διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.


EPHESIENS 5 7 EL RO FR TE
VATICANUS_A330μη ουν γεινεσθε συνμετοχοι αυτων
VATICANUS_B330μη ουν γινεσθε συμμετοχοι αυτων
SINAITICUS_A360Μη ουν γεινεσθαι συνμετοχοι αυτωˉ
ALEXANDRINUS_A390Μη ουν γεινεσθαι συνμετοχοι αυτων
NOUVELLE_DISPOSITION2023μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
NESTLE_ALAND_282016μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
WESTCOTT_HORT1885μὴ οὖν γίνεσθε συνμέτοχοι αὐτῶν·
SBL2011μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
TISCHENDORF1872μὴ οὖν γίνεσθε συνμέτοχοι αὐτῶν·
ROBINSON_ET_PIERPONT2019Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
STEPHANUS1550Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
SCRIVENER1894μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
KING_JAMES2020Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.


EPHESIENS 5 8 EL RO FR TE
VATICANUS_A330ητε γαρ ποτε σκοτος νυν δε φως εν Κ̅Ω̅ ως τεκνα φωτος περιπατειτε
SINAITICUS_A360ητε γαρ ποτε σκοτος νυν δε φως εν Κ̅Ω̅ ως τεκνα φωτος περιπατειτε
ALEXANDRINUS_A390ητε γαρ ποτε σκοτος νυν δε φως εν Κ̅Ω̅ ωσ̣ τεκνα φωτος περιπατειτε
NOUVELLE_DISPOSITION2023ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε
NESTLE_ALAND_282016ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε
WESTCOTT_HORT1885ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
SBL2011ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
TISCHENDORF1872ἦτε γάρ ποτε σκότοσ, νῦν δὲ φῶσ ἐν κυρίῳ· ὡσ τέκνα φωτὸσ περιπατεῖτε,
ROBINSON_ET_PIERPONT2019ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε -
STEPHANUS1550ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε.
SCRIVENER1894ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε
KING_JAMES2020Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ: ὡς τέκνα φωτὸς περιπατεῖτε:


EPHESIENS 5 9 EL RO FR TE
APPARAT_CRITIQUE2016• 9⸀πνευματος 𝔓⁴⁶ D² K L Ψ 104. 365. 630. 1175*. 1241s. 1505 𝔐 syh ¦txt 𝔓⁴⁹ א A B D* F G P 6. 33. 81. 629. 1175c. 1739. 1881. 2464 latt syp co
VATICANUS_A330ο γαρ καρπος του φωτος εˉ παση αγαθωσυνη και διοκαιοσυνη και αληθεια
VATICANUS_B330ο γαρ καρπος του φωτος εˉ παση αγαθωσυνη και δικαιοσυνη και αληθεια
SINAITICUS_A360ο γαρ καρπος του φωτος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια
ALEXANDRINUS_A390ο γαρ καρπος του φωτος εν παση αγ̣α̣θ̣ωσυνη και δικαιωσυνη και αληθεια
NOUVELLE_DISPOSITION2023– ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ –
NESTLE_ALAND_282016– ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ –
WESTCOTT_HORT1885ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
SBL2011ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
TISCHENDORF1872ὁ γὰρ καρπὸσ τοῦ φωτὸσ ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
ROBINSON_ET_PIERPONT2019ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ -
STEPHANUS1550(ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ·)
SCRIVENER1894(ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ),
KING_JAMES2020(Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ·)


EPHESIENS 5 10 EL RO FR TE
APPARAT_CRITIQUE2016• 10⸀θεω D* F G 81* lat; Ambst
VATICANUS_A330δοκιμαζοντες τι εστιν ευαρεστον τω Κ̅Ω̅
SINAITICUS_A360δοκειμαζοντες τι εστιν ευαρεστον τω Κ̅Ω̅
ALEXANDRINUS_A390δοκιμαζοντες τι εστιν ευαρεστον τω Κ̅Ω̅
NOUVELLE_DISPOSITION2023δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ,
NESTLE_ALAND_282016δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ ⸀κυρίῳ,
WESTCOTT_HORT1885δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
SBL2011δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
TISCHENDORF1872δοκιμάζοντεσ τί ἐστιν εὐάρεστον τῷ κυρίῳ,
ROBINSON_ET_PIERPONT2019δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
STEPHANUS1550δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ·
SCRIVENER1894δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ·
KING_JAMES2020Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ.


EPHESIENS 5 11 EL RO FR TE
VATICANUS_A330και μη συνκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους· μαλλον δε και ελεγχετε
VATICANUS_B330και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους· μαλλον δε και ελεγχετε
SINAITICUS_A360και μη συνκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχεται
ALEXANDRINUS_A390και μη συνκοινωνειτα̣ι̣ τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε
NOUVELLE_DISPOSITION2023καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε.
NESTLE_ALAND_282016καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε.
WESTCOTT_HORT1885καὶ μὴ συνκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
SBL2011καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
TISCHENDORF1872καὶ μὴ συνκοινωνεῖτε τοῖσ ἔργοισ τοῖσ ἀκάρποισ τοῦ σκότουσ, μᾶλλον δὲ καὶ ἐλέγχετε.
ROBINSON_ET_PIERPONT2019καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
STEPHANUS1550καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
SCRIVENER1894καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
KING_JAMES2020Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε.


EPHESIENS 5 12 EL RO FR TE
VATICANUS_A330τα γαρ κρυφη γεινομενα υπ αυτωˉ αισχρον εστιν και λεγειν
VATICANUS_B330τα γαρ κρυφη γινομενα υπ αυτωˉ αισχρον εστι και λεγειν
SINAITICUS_A360τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν
ALEXANDRINUS_A390τα γαρ κρυφη γεινομενα υπ αυτων αισχρον εστιν και λεγειˉ
NOUVELLE_DISPOSITION2023τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν,
NESTLE_ALAND_282016τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν,
WESTCOTT_HORT1885τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
SBL2011τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
TISCHENDORF1872τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
ROBINSON_ET_PIERPONT2019τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.
STEPHANUS1550τὰ γὰρ κρυφῆ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.
SCRIVENER1894τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν.
KING_JAMES2020Τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.


EPHESIENS 5 13 EL RO FR TE
VATICANUS_A330τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται
SINAITICUS_A360Τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενοˉ φως εστιν
ALEXANDRINUS_A390Τα δε παντα ελεγχομενα υπο του φωτος φανερουνται παν γαρ το φανερουμενον φως εστιν
NOUVELLE_DISPOSITION2023τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
NESTLE_ALAND_282016τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
WESTCOTT_HORT1885τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν.
SBL2011τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
TISCHENDORF1872τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸσ φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶσ ἐστιν.
ROBINSON_ET_PIERPONT2019Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν.
STEPHANUS1550τὰ δὲ πάντα ἐλεγχόμενα, ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον, φῶς ἐστι.
SCRIVENER1894τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστί.
KING_JAMES2020Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται: πᾶν γάρ τό φανερούμενον φῶς ἐστίν.


EPHESIENS 5 14 EL RO FR TE
APPARAT_CRITIQUE2016• 14⸂επιψαυσεις του Χριστου D* b; MVict Ambst Chrmss
VATICANUS_A330παν γαρ το φανερουμενοˉ φως εστιν διο λεγει Εγειρε ο καθευδων και αναστα εκ των νεκρωˉ και επιφαυσει σοι ο Χ̅Σ̅
VATICANUS_B330παν γαρ το φανερουμενοˉ φως εστι διο λεγει Εγειρε ο καθευδων και αναστα εκ των νεκρωˉ και επιφαυσει σοι ο Χ̅Σ̅
SINAITICUS_A360Διο λεγι Εγιρε ο καθευδων και αναστα εκ των νεκρωˉ και επιφαυσι σοι ο Χ̅Σ̅
ALEXANDRINUS_A390Διο λεγει Εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο Χ̅Σ̅
NOUVELLE_DISPOSITION2023πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
NESTLE_ALAND_282016πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ⸂ἐπιφαύσει σοι ὁ Χριστός⸃.
WESTCOTT_HORT1885διὸ λέγει Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.
SBL2011πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
TISCHENDORF1872διὸ λέγει, ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστόσ.
ROBINSON_ET_PIERPONT2019Διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.
STEPHANUS1550διὸ λέγει, Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
SCRIVENER1894διὸ λέγει, Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
KING_JAMES2020Διὸ λέγει, Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.


EPHESIENS 5 15 EL RO FR TE
APPARAT_CRITIQUE2016• 15⸂πως ακριβως D F G K L P Ψ 365. 630. 1505. 1881. 2464 𝔐 b m* sy; MVict ¦αδελφοι πως ακριβως א² A 629 ar vg (bo) ¦txt 𝔓⁴⁶ א* B 0278. 33. 81. 104. 1175. 1241s. 1739 sa
VATICANUS_A330Βλεπετε ουν ακρειβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι
VATICANUS_B330Βλεπετε ουν ακριβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι
SINAITICUS_A360Βλεπετε ουν ακριβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι
SINAITICUS_B360Βλεπετε ουν αδελφοι πως ακριβως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι
ALEXANDRINUS_A390Βλεπετε ουν αδελφοι πως ακριβως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι
NOUVELLE_DISPOSITION2023Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί,
NESTLE_ALAND_282016Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς⸃ περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾿ ὡς σοφοί,
WESTCOTT_HORT1885Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί,
SBL2011Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς⸃ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,
TISCHENDORF1872Βλέπετε οὖν ἀκριβῶσ πῶσ περιπατεῖτε, μὴ ὡσ ἄσοφοι ἀλλ’ ὡσ σοφοί,
ROBINSON_ET_PIERPONT2019Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί,
STEPHANUS1550Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλʼ ὡς σοφοὶ,
SCRIVENER1894Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί,
KING_JAMES2020Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλʼ ὡς σοφοί,


EPHESIENS 5 16 EL RO FR TE
VATICANUS_A330εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
VATICANUS_B330εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισι
SINAITICUS_A360εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
ALEXANDRINUS_A390εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
NOUVELLE_DISPOSITION2023ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
NESTLE_ALAND_282016ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
WESTCOTT_HORT1885ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
SBL2011ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
TISCHENDORF1872ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
ROBINSON_ET_PIERPONT2019ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
STEPHANUS1550ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
SCRIVENER1894ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
KING_JAMES2020Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.


EPHESIENS 5 17 EL RO FR TE
APPARAT_CRITIQUE2016• 17⸀συνιεντες D² K L Ψ 104. 630. 1175. 1505. 1881. 2464 𝔐 latt syh ¦συνιοντες D* F G ¦txt 𝔓⁴⁶ א A B P 0278. 6. 33. 81. 365. 1241s. 1739; Hier Aug |φρονημα א* |⸀¹θεου A 81. 365. 614. 629. 2464 ar d vgcl syp bopt; Hier Cass ¦Χριστου 𝔓⁴⁶
VATICANUS_A330δια τουτο μη γεινεσθε αφρονες αλλα συνιετε τι το θελημα του Κ̅Υ̅ ημων
VATICANUS_B330δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το θελημα του Κ̅Υ̅ ημων
SINAITICUS_A360Δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το φρονημα του Κ̅Υ̅
SINAITICUS_B360Δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το θελημα του Κ̅Υ̅
ALEXANDRINUS_A390Δια τουτο μη γεινεσθε αφρονες αλλα συνιετε τι το θελημα του Θ̅Υ̅
NOUVELLE_DISPOSITION2023διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου.
NESTLE_ALAND_282016διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε τί τὸ ⸁θέλημα τοῦ ⸀¹κυρίου.
WESTCOTT_HORT1885διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου·
SBL2011διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε τί τὸ θέλημα τοῦ κυρίου·
TISCHENDORF1872διὰ τοῦτο μὴ γίνεσθε ἄφρονεσ, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου.
ROBINSON_ET_PIERPONT2019Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου.
STEPHANUS1550Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
SCRIVENER1894διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
KING_JAMES2020Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.


EPHESIENS 5 18 EL RO FR TE
VATICANUS_A330και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι
SINAITICUS_A360Και μη μεθυσκεσθαι οινω εν ω εστιν ασωτια αλλα πληρουσθαι εν Π̅Ν̅Ι̅
ALEXANDRINUS_A390Και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθαι εν Π̅Ν̅Ι̅
NOUVELLE_DISPOSITION2023καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
NESTLE_ALAND_282016καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
WESTCOTT_HORT1885καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
SBL2011καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
TISCHENDORF1872καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
ROBINSON_ET_PIERPONT2019Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
STEPHANUS1550Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
SCRIVENER1894καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι,
KING_JAMES2020Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι·


EPHESIENS 5 19 EL RO FR TE
APPARAT_CRITIQUE2016• 19° א A D F G K L Ψ 81. 104. 365. 630. 1175. 1241s. 1505. 1881. 2464 𝔐 vgvg-ms ¦txt 𝔓⁴⁶ B P 0278. 6. 33. 1739 lat |πνευματικαις εν χαριτι A ¦ 𝔓⁴⁶ B b d; Ambst ¦txt א D F G K L P Ψ 0278. 33. 81. 104. 365. 630. 1175. 1241s. 1505. 1739. 1881. 2464 𝔐 lat sy co |εν τη καρδια K L Ψ 0278. 33. 81. 104. 630. 1175. 1241s. 1505. 2464 𝔐 ¦εν ταις καρδιαις א² A D F G P 365 latt syp.hmg co ¦txt 𝔓⁴⁶ א* B 1739. 1881
VATICANUS_A330λαλουˉτες εαυτοις εν ψαλμοις και υμνοις και ωδαις· αδοντες και ψαλλοντες τη καρδια υμων τω Κ̅Ω̅
SINAITICUS_A360λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις κα Π̅Ν̅Ι̅ΚΑΙΣ αδοντες και ψαλλοντες τη καρδια υμων τω Κ̅Ω̅
SINAITICUS_B360λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις Π̅Ν̅Ι̅ΚΑΙΣ αδοντες και ψαλλοντες εν ταις καρδιαις υμων τω Κ̅Ω̅
ALEXANDRINUS_A390λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις Π̅Ν̅Ι̅ΚΑΙΣ εν χαριτι αδοντες και ψαλλοντες εν ταις καρδιαις υμωˉ τω Κ̅Ω̅
NOUVELLE_DISPOSITION2023λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
NESTLE_ALAND_282016λαλοῦντες ἑαυτοῖς °[ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς ⸀πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ⸂τῇ καρδίᾳ⸃ ὑμῶν τῷ κυρίῳ,
WESTCOTT_HORT1885λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
SBL2011λαλοῦντες ⸀ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
TISCHENDORF1872λαλοῦντεσ ἑαυτοῖσ ψαλμοῖσ καὶ ὕμνοισ καὶ ᾠδαῖσ πνευματικαῖσ, ᾄδοντεσ καὶ ψάλλοντεσ τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
ROBINSON_ET_PIERPONT2019λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
STEPHANUS1550λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,
SCRIVENER1894λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,
KING_JAMES2020Λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ·


EPHESIENS 5 20 EL RO FR TE
APPARAT_CRITIQUE2016• 20/21⸉ 𝔓⁴⁶ D*.² F G 1175. 2464 it; MVict Ambst ¦txt א A B D¹ K L P Ψ 0278. 33. 81. 104. 365. 630. 1241s. 1505. 1739. 1881 𝔐 f vg sy (p) bopt; Hier |— et ˸¹ .]|Ιησου Χριστου (⸉ D) F G ¦κυριου K boms ¦θεου 6. 81. 614. 630. 1881 pm; Cl Ambstmss
VATICANUS_A330ευχαριστουντες παντοτε υπερ παˉτων εν ονοματι του Κ̅Υ̅ ημων Χ̅Υ̅ Ι̅Υ̅ τω Θ̅Ω̅ και πατρι
SINAITICUS_A360ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του Κ̅Υ̅ Ι̅Υ̅ Χ̅Υ̅ τω Θ̅Ω̅ και Π̅Ρ̅Ι̅
ALEXANDRINUS_A390ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του Κ̅Υ̅ ημων Ι̅Υ̅ Χ̅Υ̅ τω Θ̅Ω̅ και Π̅Ρ̅Ι̅
NOUVELLE_DISPOSITION2023εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί.
NESTLE_ALAND_282016εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ ⸉θεῷ καὶ πατρί⸊˸.
WESTCOTT_HORT1885εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
SBL2011εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
TISCHENDORF1872εὐχαριστοῦντεσ πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
ROBINSON_ET_PIERPONT2019εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί,
STEPHANUS1550εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρὶ,
SCRIVENER1894εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί,
KING_JAMES2020Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί·


EPHESIENS 5 21 EL RO FR TE
VATICANUS_A330Υποτασσομενοι αλληλοις εν φοβω Χ̅Υ̅
SINAITICUS_A360υποτασσομενοι αλληλοις εν φοβω Χ̅Υ̅
ALEXANDRINUS_A390υποτασσομενοι αλληλοις εν φοβω Χ̅Υ̅
NOUVELLE_DISPOSITION2023Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ,
NESTLE_ALAND_282016Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ ⸀Χριστοῦ˸¹, *
WESTCOTT_HORT1885ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
SBL2011ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
TISCHENDORF1872ὑποτασσόμενοι ἀλλήλοισ ἐν φόβῳ Χριστοῦ.
ROBINSON_ET_PIERPONT2019ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ χριστοῦ.
STEPHANUS1550ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.
SCRIVENER1894ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.
KING_JAMES2020Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.


EPHESIENS 5 22 EL RO FR TE
APPARAT_CRITIQUE2016• 22⸆υποτασσεσθωσαν א A I P (Ψ) 0278. 6. 33. 81. 104. 365. 1175. 1241s. 1505. 1739. 1881. 2464 lat syhmg co ¦υποτασσεσθε (D F G) K L 630 𝔐 sy ¦txt 𝔓⁴⁶ B; Cl Hiermss
VATICANUS_A330αι γυναικες τοις ιδιοις ανδρασιν ως τω Κ̅Ω̅
SINAITICUS_A360Αι γυναικες τοις ιδιοις ανδρασιν υποτασσεσθωσαν ως τω Κ̅Ω̅
ALEXANDRINUS_A390Αι γυναικες τοις ιδιοις ανδρασιν υποτασσεσθωσαν ως τω Κ̅Ω̅
NOUVELLE_DISPOSITION2023αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,
NESTLE_ALAND_282016αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ⸆ ὡς τῷ κυρίῳ,
WESTCOTT_HORT1885Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,
SBL2011Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ,
TISCHENDORF1872αἱ γυναῖκεσ τοῖσ ἰδίοισ ἀνδράσιν ὡσ τῷ κυρίῳ,
ROBINSON_ET_PIERPONT2019Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ κυρίῳ.
STEPHANUS1550Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ,
SCRIVENER1894Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ.
KING_JAMES2020Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ.


EPHESIENS 5 23 EL RO FR TE
APPARAT_CRITIQUE2016• 23⸉ B 0278. 104. 365. 1175 lat; Tert |και αυτος εστιν א² D¹ K L P Ψ 0278. 104. 365. 630. 1241s. 1505. 2464 𝔐 (ar b m vgmss) vgvg-ms sy ¦txt 𝔓⁴⁶ א* A B D* F G Ivid 048. 33. 81. 1175. 1739. 1881 lat; Cl
VATICANUS_A330οτι ανηρ κεφαλη εστιν της γυναικος ως και ο Χ̅Σ̅ κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος
VATICANUS_B330οτι ανηρ κεφαλη εστι της γυναικος ως και ο Χ̅Σ̅ κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος
SINAITICUS_A360οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο Χ̅Σ̅ κεφαλη της εκκλησιας αυτος ο σωτηρ του σωματος
SINAITICUS_B360οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο Χ̅Σ̅ κεφαλη της εκκλησιας και αυτος εστιν σωτηρ του σωματος
ALEXANDRINUS_A390οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο Χ̅Σ̅ κεφαλη της εκκλησιας αυτος ο σωτηρ του σωματος
NOUVELLE_DISPOSITION2023ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος·
NESTLE_ALAND_282016ὅτι ἀνήρ ⸉ἐστιν κεφαλὴ⸊ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος·
WESTCOTT_HORT1885ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος.
SBL2011ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος.
TISCHENDORF1872ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆσ γυναικὸσ ὡσ καὶ ὁ Χριστὸσ κεφαλὴ τῆσ ἐκκλησίασ, αὐτὸσ σωτὴρ τοῦ σώματοσ.
ROBINSON_ET_PIERPONT2019Ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστιν σωτὴρ τοῦ σώματος.
STEPHANUS1550ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος·
SCRIVENER1894ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος.
KING_JAMES2020Ὅτι ὁ ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας: καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος.


EPHESIENS 5 24 EL RO FR TE
APPARAT_CRITIQUE2016• 24° B Ψ b; Ambst
VATICANUS_A330αλλα η εκκλησια υποτασσεται τω Χ̅Ω̅ ουτως και αι γυναικες τοις ανδρασιν εν παντι
SINAITICUS_A360Αλλ ως η εκκλησια υποτασσεται τω Χ̅Ω̅ ουτως και αι γυναικες τοις ανδρασιν εν παντι
ALEXANDRINUS_A390Αλλ ως η εκκλησια υποτασσεται τω Χ̅Ω̅ ουτως και αι γυναικες τοις ιδιοις ανδρασιν εν παντι
NOUVELLE_DISPOSITION2023ἀλλ᾽ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
NESTLE_ALAND_282016ἀλλ᾿ °ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
WESTCOTT_HORT1885ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
SBL2011ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί.
TISCHENDORF1872ἀλλὰ ὡσ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτωσ καὶ αἱ γυναῖκεσ τοῖσ ἀνδράσιν ἐν παντί.
ROBINSON_ET_PIERPONT2019Ἀλλ’ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
STEPHANUS1550ἀλλʼ ὥςπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
SCRIVENER1894ἀλλ᾽ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
KING_JAMES2020Ἀλλʼ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.


EPHESIENS 5 25 EL RO FR TE
APPARAT_CRITIQUE2016• 25⸆υμων F G it vgcl.ww sy ¦εαυτων D K L Ψ 0278. 104. 365. 630. 1175. 1505. (P 629. 1739. 1881. 2464) 𝔐; Clpt ¦txt א A B 048. 33. 81. 1241s vgst; Clpt
VATICANUS_A330Οι ανδρες αγαπατε τας γυναικας καθως και ο Χ̅Σ̅ ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης
VATICANUS_B330Οι ανδρες αγαπατε τας γυναικας καθως και ο Χ̅Σ̅ ηγαπησε την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης
SINAITICUS_A360Οι ανδρες αγαπατε τας γυναικας καθως και ο Χ̅Σ̅ ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης
ALEXANDRINUS_A390Οι ανδρες αγαπατε τας γυναικας καθως και ο Χ̅Σ̅ ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης
NOUVELLE_DISPOSITION2023Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
NESTLE_ALAND_282016Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ⸆, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
WESTCOTT_HORT1885Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
SBL2011Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
TISCHENDORF1872Οἱ ἄνδρεσ, ἀγαπᾶτε τὰσ γυναῖκασ, καθὼσ καὶ ὁ Χριστὸσ ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆσ,
ROBINSON_ET_PIERPONT2019Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·
STEPHANUS1550Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
SCRIVENER1894οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·
KING_JAMES2020Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·


EPHESIENS 5 26 EL RO FR TE
VATICANUS_A330ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι
SINAITICUS_A360ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι
ALEXANDRINUS_A390ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι
NOUVELLE_DISPOSITION2023ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
NESTLE_ALAND_282016ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
WESTCOTT_HORT1885ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
SBL2011ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
TISCHENDORF1872ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσασ τῷ λουτρῷ τοῦ ὕδατοσ ἐν ῥήματι,
ROBINSON_ET_PIERPONT2019ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
STEPHANUS1550ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
SCRIVENER1894ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
KING_JAMES2020Ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,


EPHESIENS 5 27 EL RO FR TE
VATICANUS_A330ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος
SINAITICUS_A360ινα παραστηση αυτος αυτω ενδοξοˉ την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα των τοιουτων αλλ ινα η αγια και αμωμος
SINAITICUS_B360ινα παραστηση αυτος εαυτω ενδοξοˉ την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος
ALEXANDRINUS_A390ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλοˉ η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος
NOUVELLE_DISPOSITION2023ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
NESTLE_ALAND_282016ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
WESTCOTT_HORT1885ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
SBL2011ἵνα παραστήσῃ ⸀αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
TISCHENDORF1872ἵνα παραστήσῃ αὐτὸσ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμοσ.
ROBINSON_ET_PIERPONT2019ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
STEPHANUS1550ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος·
SCRIVENER1894ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
KING_JAMES2020Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.


EPHESIENS 5 28 EL RO FR TE
APPARAT_CRITIQUE2016• 28⸂1 3 4 א K L Ψ 0278. 81. 104. 365. 630. 1241s. 1739. 1881. 2464 𝔐 syp; Did Meth ¦2–4 1 A D F G P 048vid. 0285vid. 629 lat; Cl ¦txt 𝔓⁴⁶ B 33. 1175. 1505 syh
VATICANUS_A330ουτως οφειλουσιν και οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτωˉ σωματα ο αγαπων τηˉ εαυτου γυναικα εαυτον αγαπα
VATICANUS_B330ουτως οφειλουσι και οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτωˉ σωματα ο αγαπων τηˉ εαυτου γυναικα εαυτον αγαπα
SINAITICUS_A360Ουτως οφιλουσιν οι ανδρες αγαπαν τας εαυτωˉ γυναικας ως τα εαυτων τεκνα Ο αγαπων την εαυτου γυναικα εαυτοˉ αγαπα
SINAITICUS_B360Ουτως οφιλουσιν οι ανδρες αγαπαν τας εαυτωˉ γυναικας ως τα εαυτων σωματα Ο αγαπων την εαυτου γυναικα εαυτοˉ αγαπα
ALEXANDRINUS_A390Ουτως και οι ανδρες οφιλουσιν αγαπαˉ τας εαυτων γυναικας ως τα εαυτων σωματα Ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα
NOUVELLE_DISPOSITION2023οὕτως ὀφείλουσιν [καὶ] οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ.
NESTLE_ALAND_282016οὕτως ⸂ὀφείλουσιν [καὶ] οἱ ἄνδρες⸃ ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. 
WESTCOTT_HORT1885οὕτως ὀφείλουσιν [καὶ] οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
SBL2011οὕτως ὀφείλουσιν ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
TISCHENDORF1872οὕτωσ ὀφείλουσιν οἱ ἄνδρεσ ἀγαπᾶν τὰσ ἑαυτῶν γυναῖκασ ὡσ τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
ROBINSON_ET_PIERPONT2019Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ·
STEPHANUS1550οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ·
SCRIVENER1894οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ·
KING_JAMES2020Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ.


EPHESIENS 5 29 EL RO FR TE
APPARAT_CRITIQUE2016• 29⸀κυριος D² K L 630 𝔐 ¦txt 𝔓⁴⁶ א A B D* F G P Ψ 048. 0278. 0285. 33. 81. 104. 365. 1175. 1241s. 1505. 1739. 1881. 2464 latt sy co
VATICANUS_A330ουδεις γαρ ποτε την εαυτου σαρκα εμεισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο Χ̅Σ̅ τηˉ εκκλησιαν
VATICANUS_B330ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο Χ̅Σ̅ τηˉ εκκλησιαν
SINAITICUS_A360ουδις γαρ ποτε την σαρκα αυτου εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθως και ο Χ̅Σ̅ την εκκλησιαν
SINAITICUS_B360ουδις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθως και ο Χ̅Σ̅ την εκκλησιαν
ALEXANDRINUS_A390ουδεις γαρ ποτε την εαυτου σαρκα εμεισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο Χ̅Σ̅ την εκκλησιαν
NOUVELLE_DISPOSITION2023Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,
NESTLE_ALAND_282016Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν,
WESTCOTT_HORT1885οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ χριστὸς τὴν ἐκκλησίαν,
SBL2011οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν,
TISCHENDORF1872οὐδεὶσ γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼσ καὶ ὁ Χριστὸσ τὴν ἐκκλησίαν,
ROBINSON_ET_PIERPONT2019οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ κύριος τὴν ἐκκλησίαν·
STEPHANUS1550οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλʼ ἐκτρέφει καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν,
SCRIVENER1894οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν·
KING_JAMES2020Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλʼ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν:


EPHESIENS 5 30 EL RO FR TE
APPARAT_CRITIQUE2016• 30⸆(Gn 2,23) εκ της σαρκος αυτου και εκ των οστεων (εκ του σωματος K) αυτου א² D F G K L P Ψ 0278. 0285vid. 104. 365. 630. 1175. 1241s. 1505. 1739mg 𝔐 lat sy (p) ; Ir ¦txt 𝔓⁴⁶ א* A B 048. 6. 33. 81. 1739txt. 1881. 2464 vgvg-ms co; Meth Hier
VATICANUS_A330οτι μελη εσμεν του σωματος αυτου
SINAITICUS_A360οτι μελη εσμεˉ του σωματος αυτου
SINAITICUS_B360οτι μελη εσμεˉ του σωματος αυτου εκ της σαρκος αυτου και εκ των οστεων αυτου
ALEXANDRINUS_A390οτι μελη εσμεν του σωματος αυτου
NOUVELLE_DISPOSITION2023ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
NESTLE_ALAND_282016ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ⸆.
WESTCOTT_HORT1885ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
SBL2011ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ.
TISCHENDORF1872ὅτι μέλη ἐσμὲν τοῦ σώματοσ αὐτοῦ.
ROBINSON_ET_PIERPONT2019ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.
STEPHANUS1550ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.
SCRIVENER1894ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.
KING_JAMES2020Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκός αὐτοῦ, καί ἐκ τῶν ὀστέων αὐτοῦ.


EPHESIENS 5 31 EL RO FR TE
APPARAT_CRITIQUE2016• 31°bis B D* F G ¦txt 𝔓⁴⁶ א A D² K L P Ψ 048. 0278. 0285vid. 81. 104. 365. 630. 1175. 1241s. 1505. 1739. 1881. 2464 𝔐; Or |και προσκολληθησεται (κολληθησεται D* F G) τη γυναικι αυτου (— א*) 𝔓⁴⁶ א*.¹ A D* F G 0285. 33. 81. 1241s latt ¦ 6. 1739txt; Cyp Hier ¦txt א² B D² K L (P) Ψ 0278. 104. 365. 630. 1175. 1505. 1739mg. 1881. 2464 𝔐; Or
VATICANUS_A330αντι τουτου καταλειψει ανθρωπος πατερα και μητερα και προσκολληθησεται προς την γυναικα αυτου· και εσονται οι δυο εις σαρκα μιαν
SINAITICUS_A360αντι τουτου καταλιψι ανθρωπος τον πατερα και τηˉ μητερα και προσκολληθησεται τη γυναικι και εσονται οι δυο εις σαρκα μιαν
SINAITICUS_B360αντι τουτου καταλιψι ανθρωπος τον πατερα αυτου και τηˉ μητερα και προσκολληθησεται προς τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν
SINAITICUS_C360αντι τουτου καταλιψι ανθρωπος τον πατερα αυτου και τηˉ μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν
ALEXANDRINUS_A390αντι τουτου καταλιψει Α̅Ν̅Ο̅Σ̅ τοˉ Π̅Ρ̅Α̅ αυτου και την Μ̅Ρ̅Α̅ και προσκολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαˉ
NOUVELLE_DISPOSITION2023ἀντὶ τούτου καταλείψει ἄνθρωπος [τὸν] πατέρα καὶ [τὴν] μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
NESTLE_ALAND_282016ἀντὶ τούτου καταλείψει ἄνθρωπος °[τὸν] πατέρα καὶ °[τὴν] μητέρα ⸂καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ⸃, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
WESTCOTT_HORT1885ἀντὶ τούτου καταλείψει ἄνθρωπος [τὸν] πατέρα καὶ [τὴν] μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
SBL2011ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
TISCHENDORF1872ἀντὶ τούτου καταλείψει ἄνθρωποσ τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰσ σάρκα μίαν.
ROBINSON_ET_PIERPONT2019Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
STEPHANUS1550Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
SCRIVENER1894Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
KING_JAMES2020Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.


EPHESIENS 5 32 EL RO FR TE
APPARAT_CRITIQUE2016• 32° B K; PtolIr Tert Cyp Epiph
VATICANUS_A330το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις Χ̅Ν̅ και την εκκλησιαν
SINAITICUS_A360Το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις Χ̅Ν̅ και εις την εκκλησιαˉ
ALEXANDRINUS_A390Το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις Χ̅Ν̅ και εις την εκκλησιαν
NOUVELLE_DISPOSITION2023τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
NESTLE_ALAND_282016τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ °εἰς τὴν ἐκκλησίαν.
WESTCOTT_HORT1885τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ [εἰς] τὴν ἐκκλησίαν.
SBL2011τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
TISCHENDORF1872τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰσ Χριστὸν καὶ εἰσ τὴν ἐκκλησίαν.
ROBINSON_ET_PIERPONT2019Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
STEPHANUS1550Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
SCRIVENER1894τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστόν, καὶ εἰς τὴν ἐκκλησίαν.
KING_JAMES2020Τὸ μυστήριον τοῦτο μέγα ἐστίν: ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.


EPHESIENS 5 33 EL RO FR TE
VATICANUS_A330πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα
SINAITICUS_A360Πλην και υμις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα
SINAITICUS_B360Πλην και υμις οι καθ ενα ινα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα
ALEXANDRINUS_A390Πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτοˉ η δε γυνη ινα φοβηται τον ανδρα
NOUVELLE_DISPOSITION2023πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
NESTLE_ALAND_282016πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
WESTCOTT_HORT1885πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
SBL2011πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
TISCHENDORF1872πλὴν καὶ ὑμεῖσ οἱ καθ’ ἕνα ἕκαστοσ τὴν ἑαυτοῦ γυναῖκα οὕτωσ ἀγαπάτω ὡσ ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
ROBINSON_ET_PIERPONT2019Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
STEPHANUS1550Πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
SCRIVENER1894πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
KING_JAMES2020Πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.