ROMAINS 1CORINTHIENS 2CORINTHIENS GALATES EPHESIENS PHILIPPIENS COLOSSIENS
1THESSALONICIENS 2THESSALONICIENS 1TIMOTHEE 2TIMOTHEE TITE PHILEMON HEBREUX
[ JACQUES ] 1PIERRE 2PIERRE 1JEAN 2JEAN 3JEAN JUDAS APOCALYPSE
APPARAT_CRITIQUE | 2016 | ¶ 4,1⸂ |
VATICANUS_A | 330 | Ποθεν πολεμοι και ποθεˉ μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονωˉ υμων των στρατευομενων εν τοις μελεσιν υμων |
SINAITICUS_A | 360 | Ποθεν πολεμοι και ποθεν μαχαι εν υμιν Ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοις μελεσιν υμων |
ALEXANDRINUS_A | 390 | Ποθεν πολεμοι εν υμιν και ποθεν μαχαι Ουκ εντευθεν εκ των ηδονωˉ υμων των στρατευομενωˉ εν τοις μελεσιν υμων |
EPHRAEMI_RESCRIPTUS_A | 410 | [Π]οθεν πολεμοι και ποθεν μαχαι εν υμιν Ουκ εντευθεˉ [ε]κ των ηδονων υμων των στρατευομενων εν τοις [μ]ελεσιν υμων |
NOUVELLE_DISPOSITION | 2023 | Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
NESTLE_ALAND_28 | 2016 | Πόθεν πόλεμοι ⸂καὶ πόθεν μάχαι ἐν ὑμῖν⸃; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
WESTCOTT_HORT | 1885 | Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
SBL | 2011 | Πόθεν πόλεμοι καὶ ⸀πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
TISCHENDORF | 1872 | Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖσ μέλεσιν ὑμῶν; |
ROBINSON_ET_PIERPONT | 2019 | Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
STEPHANUS | 1550 | Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
SCRIVENER | 1894 | Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
KING_JAMES | 2020 | Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
APPARAT_CRITIQUE | 2016 | • 2⸂ |
VATICANUS_A | 330 | επιθυμειτε και ουχ̣ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειˉ· μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθαι υμας |
VATICANUS_B | 330 | επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειˉ· μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθαι υμας |
SINAITICUS_A | 360 | Επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθαι επιτυχειν μαχεσθε και πολεμειτε και ουκ εχετε δια το μη αιτισθαι υμας |
ALEXANDRINUS_A | 390 | Επιθυμειτε και ουκ εχεται φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουχ εχετε δια το μη αιτεισθε υμας |
ALEXANDRINUS_B | 390 | Επιθυμειτε και ουκ εχεται φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθε υμας |
EPHRAEMI_RESCRIPTUS_A | 410 | [Ε]πιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ↔ |
NOUVELLE_DISPOSITION | 2023 | ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν, μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς, |
NESTLE_ALAND_28 | 2016 | ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν, μάχεσθε καὶ πολεμεῖτε, ⸂οὐκ ἔχετε⸃ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς, |
WESTCOTT_HORT | 1885 | ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· |
SBL | 2011 | ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· |
TISCHENDORF | 1872 | ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. καὶ οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶσ· |
ROBINSON_ET_PIERPONT | 2019 | Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· |
STEPHANUS | 1550 | ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δὲ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· |
SCRIVENER | 1894 | ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δέ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· |
KING_JAMES | 2020 | Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε: φονεύετε, καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν: μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δὲ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς. |
APPARAT_CRITIQUE | 2016 | • 3⸆ |
VATICANUS_A | 330 | αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε· ινα εν ταις ηδοναις υμων δαπανησετε |
SINAITICUS_A | 360 | αιτιτε και ου λαμβανετε διοτι κακως αιτισθαι ινα εν ταις ηδοναις υμων καταδαπανησητε |
SINAITICUS_B | 360 | αιτιτε και ου λαμβανετε διοτι κακως αιτισθαι ινα εν ταις ηδοναις υμων δαπανησητε |
ALEXANDRINUS_A | 390 | αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε ινα εν ταις ηδοναις υμων δαπανησητε |
NOUVELLE_DISPOSITION | 2023 | αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
NESTLE_ALAND_28 | 2016 | αἰτεῖτε ⸆ καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
WESTCOTT_HORT | 1885 | αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
SBL | 2011 | αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
TISCHENDORF | 1872 | αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶσ αἰτεῖσθε, ἵνα ἐν ταῖσ ἡδοναῖσ ὑμῶν δαπανήσητε. |
ROBINSON_ET_PIERPONT | 2019 | αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
STEPHANUS | 1550 | αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
SCRIVENER | 1894 | αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
KING_JAMES | 2020 | Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
APPARAT_CRITIQUE | 2016 | • 4⸆ |
VATICANUS_A | 330 | μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του Θ̅Υ̅ εστιν ος εαν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του Θ̅Υ̅ καθισταται |
SINAITICUS_A | 360 | μοιχαλειδες ουκ οιδατε οτι η φιλια του κοσμου τουτου εχθρα εστιˉ τω Θ̅Ω̅ εαν ουν βουληθη φιλος ειναι του κοσμου εχθρα του Θ̅Υ̅ καθισταται |
SINAITICUS_B | 360 | Μοιχοι και μοιχαλειδες ουκ οιδατε οτι η φιλια του κοσμου τουτου εχθρα εστιˉ τω Θ̅Ω̅ Ος αν ουν βουληθης φιλος ειναι του κοσμου εχθρος του Θ̅Υ̅ καθισταται |
SINAITICUS_C | 360 | Μοιχοι και μοιχαλειδες ουκ οιδατε οτι η φιλια του κοσμου τουτου εχθρα εστιˉ τω Θ̅Ω̅ Ος αν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του Θ̅Υ̅ καθισταται |
ALEXANDRINUS_A | 390 | Μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του Θ̅Υ̅ εστιν Ος αν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του Θ̅Υ̅ καθισταται |
NOUVELLE_DISPOSITION | 2023 | μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. |
NESTLE_ALAND_28 | 2016 | ⸆ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ⸇ ἔχθρα ⸂τοῦ θεοῦ ἐστιν⸃; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. |
WESTCOTT_HORT | 1885 | μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. |
SBL | 2011 | ⸀μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. |
TISCHENDORF | 1872 | μοιχαλίδεσ, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα ἐστὶν τῷ θεῷ; ὃσ ἐὰν οὖν βουληθῇ φίλοσ εἶναι τοῦ κόσμου, ἐχθρὸσ τοῦ θεοῦ καθίσταται. |
ROBINSON_ET_PIERPONT | 2019 | Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. |
STEPHANUS | 1550 | μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου, ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. |
SCRIVENER | 1894 | μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστίν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. |
KING_JAMES | 2020 | Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. |
APPARAT_CRITIQUE | 2016 | • 5⸀ |
VATICANUS_A | 330 | η δοκειτε οτι κενως η γραφη λεγει Προς φθονον επιποθει το πνευμα ο κατωκισεν εν ημιν |
SINAITICUS_A | 360 | Η δοκειται οτι κενως η γραφη λεγει Προς φθονον επιποθει το Π̅Ν̅Α̅ ο κατωκισεˉ εν ημιν |
ALEXANDRINUS_A | 390 | Η δοκειτε οτι καινως η γραφη λεγει Προς φθονον επιποθει το Π̅Ν̅Α̅ ο κατωκεισεν εν ημιˉ |
NOUVELLE_DISPOSITION | 2023 | ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν, |
NESTLE_ALAND_28 | 2016 | ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· πρὸς ⸀φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸁κατῴκισεν ἐν ἡμῖν, |
WESTCOTT_HORT | 1885 | ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν; |
SBL | 2011 | ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν ἐν ἡμῖν; |
TISCHENDORF | 1872 | ἢ δοκεῖτε ὅτι κενῶσ ἡ γραφὴ λέγει, πρὸσ φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν; |
ROBINSON_ET_PIERPONT | 2019 | Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν. |
STEPHANUS | 1550 | ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν; |
SCRIVENER | 1894 | ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν; |
KING_JAMES | 2020 | Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν; |
VATICANUS_A | 330 | μειζονα δε διδωσιν χαριν διο λεγει Ο Θ̅Σ̅ υπερηφανοις αντιτασσετε ταπεινοις δε διδωσιν χαριν |
VATICANUS_B | 330 | μειζονα δε διδωσι χαριν διο λεγει Ο Θ̅Σ̅ υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσι χαριν |
SINAITICUS_A | 360 | Μιζονα δε διδωσιν χαριˉ διο λεγει Ο Θ̅Σ̅ υπερηφανοις αντιτασσεται ταπινοις δε διδωσιν χαριˉ |
ALEXANDRINUS_A | 390 | Μειζονα δε διδωσιν χαριν διο λεγει Ο Θ̅Σ̅ υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν |
NOUVELLE_DISPOSITION | 2023 | μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. |
NESTLE_ALAND_28 | 2016 | μείζονα δὲ δίδωσιν χάριν; διὸ λέγει· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. |
WESTCOTT_HORT | 1885 | μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. |
SBL | 2011 | μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. |
TISCHENDORF | 1872 | μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, ὁ θεὸσ ὑπερηφάνοισ ἀντιτάσσεται, ταπεινοῖσ δὲ δίδωσιν χάριν. |
ROBINSON_ET_PIERPONT | 2019 | Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. |
STEPHANUS | 1550 | μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. |
SCRIVENER | 1894 | μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. |
KING_JAMES | 2020 | Μείζονα δὲ δίδωσιν χάριν. Διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. |
APPARAT_CRITIQUE | 2016 | • 7⸀ |
VATICANUS_A | 330 | υποταγητε ουν τω Θ̅Ω̅ αντιστητε δε τω διαβολω και φευξετε αφ υμων |
VATICANUS_B | 330 | υποταγητε ουν τω Θ̅Ω̅ αντιστητε δε τω διαβολω και φευξεται αφ υμων |
SINAITICUS_A | 360 | Υποταγητε ουν τω Θ̅Ω̅ αντιστητε δε τω διαβολω και φευξετε αφ υμων |
ALEXANDRINUS_A | 390 | Υποταγητε ουν τω Θ̅Ω̅ αντιστητε δε τω διαβολω και φευξεται αφ υμωˉ |
NOUVELLE_DISPOSITION | 2023 | ὑποτάγητε οὖν τῷ θεῷ, ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν· |
NESTLE_ALAND_28 | 2016 | ὑποτάγητε οὖν τῷ θεῷ, ἀντίστητε ⸀δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾿ ὑμῶν· |
WESTCOTT_HORT | 1885 | Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· |
SBL | 2011 | ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν· |
TISCHENDORF | 1872 | ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν· |
ROBINSON_ET_PIERPONT | 2019 | Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. |
STEPHANUS | 1550 | Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· |
SCRIVENER | 1894 | ὑποτάγητε οὖν τῷ Θεῷ· ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. |
KING_JAMES | 2020 | Ὑποτάγητε οὖν τῷ Θεῷ. Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν. |
VATICANUS_A | 330 | εγγισατε τω Θ̅Ω̅ και εγγισει υμειν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι |
VATICANUS_B | 330 | εγγισατε τω Θ̅Ω̅ και εγγισει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι |
SINAITICUS_A | 360 | Εγγισατε τω Θ̅Ω̅ και εγγιει υμιˉ καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι |
ALEXANDRINUS_A | 390 | Εγγεισατε τω Θ̅Ω̅ και εγγιει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι |
NOUVELLE_DISPOSITION | 2023 | ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
NESTLE_ALAND_28 | 2016 | ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
WESTCOTT_HORT | 1885 | ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγίσει ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
SBL | 2011 | ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
TISCHENDORF | 1872 | ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρασ, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίασ, δίψυχοι. |
ROBINSON_ET_PIERPONT | 2019 | Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
STEPHANUS | 1550 | ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας δίψυχοι. |
SCRIVENER | 1894 | ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
KING_JAMES | 2020 | Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί· καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
APPARAT_CRITIQUE | 2016 | • 9⸂ |
VATICANUS_A | 330 | ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελως υμων εις πενθος μετατραπητω και η χαρα εις κατηφειαν |
SINAITICUS_A | 360 | Ταλαιπωρησατε και πενθησατε κλαυσατε ο γελως υμων εις πενθος μεταστραφητω και η χαρα εις κατηφιαν |
ALEXANDRINUS_A | 390 | Ταλαιπωρησατε και πενθησατε κλαυσατε ο γελως υμων εις πενθος μεταστραφητω και η χαρα εις κατηφειαν |
NOUVELLE_DISPOSITION | 2023 | ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε. ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. |
NESTLE_ALAND_28 | 2016 | ταλαιπωρήσατε καὶ πενθήσατε ⸂καὶ κλαύσατε⸃. ὁ γέλως ὑμῶν εἰς πένθος ◆⸀μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. |
WESTCOTT_HORT | 1885 | ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν· |
SBL | 2011 | ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν· |
TISCHENDORF | 1872 | ταλαιπωρήσατε καὶ πενθήσατε, κλαύσατε· ὁ γέλωσ ὑμῶν εἰσ πένθοσ μετατραπήτω καὶ ἡ χαρὰ εἰσ κατήφειαν. |
ROBINSON_ET_PIERPONT | 2019 | Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. |
STEPHANUS | 1550 | ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. |
SCRIVENER | 1894 | ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. |
KING_JAMES | 2020 | Ταλαιπωρήσατε, καὶ πενθήσατε, καὶ κλαύσατε: ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. |
APPARAT_CRITIQUE | 2016 | • 10⸆ |
VATICANUS_A | 330 | ταπεινωθητε ενωπιον Κ̅Υ̅ και υψωσει υμας |
SINAITICUS_A | 360 | Ταπινωθητε ουν ενωπιον Κ̅Υ̅ και υψωσει υμας |
ALEXANDRINUS_A | 390 | Ταπινωθητε ενωπιον Κ̅Υ̅ και υψωσει υμας |
NOUVELLE_DISPOSITION | 2023 | ταπεινώθητε ἐνώπιον τοῦ κυρίου καὶ ὑψώσει ὑμᾶς. |
NESTLE_ALAND_28 | 2016 | ταπεινώθητε ⸆ ἐνώπιον ⸂τοῦ κυρίου⸃ καὶ ὑψώσει ὑμᾶς. |
WESTCOTT_HORT | 1885 | ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς. |
SBL | 2011 | ταπεινώθητε ἐνώπιον ⸀κυρίου, καὶ ὑψώσει ὑμᾶς. |
TISCHENDORF | 1872 | ταπεινώθητε ἐνώπιον κυρίου, καὶ ὑψώσει ὑμᾶσ. |
ROBINSON_ET_PIERPONT | 2019 | Ταπεινώθητε ἐνώπιον τοῦ κυρίου, καὶ ὑψώσει ὑμᾶς. |
STEPHANUS | 1550 | ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. |
SCRIVENER | 1894 | ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. |
KING_JAMES | 2020 | Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. |
APPARAT_CRITIQUE | 2016 | • 11⸂ |
VATICANUS_A | 330 | Μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου η κρεινων τον αδελφον αυτου καταλαλει νομου και κρεινει νομον ει δε νομοˉ κρεινεις ουκ ει ποιητης νομου αλλα κριτης |
VATICANUS_B | 330 | Μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου η κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομοˉ κρινεις ουκ ει ποιητης νομου αλλα κριτης |
SINAITICUS_A | 360 | Μη καταλαλειται αλληλων αδελφοι Ο καταλαλων αδελφου η κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινι νομον ει δε νομον κρινις ουκ ει ποιητης νομου αλλα κριτης |
ALEXANDRINUS_A | 390 | Μη καταλαλειτε αδελφοι μου αλληλων Ο καταλαλων αδελφου η κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον η δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης |
NOUVELLE_DISPOSITION | 2023 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. |
NESTLE_ALAND_28 | 2016 | Μὴ καταλαλεῖτε ⸂ἀλλήλων, ἀδελφοί⸃. ὁ ⸆ καταλαλῶν ἀδελφοῦ ⸀ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, ⸁οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. |
WESTCOTT_HORT | 1885 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. |
SBL | 2011 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. |
TISCHENDORF | 1872 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεισ, οὐκ εἶ ποιητὴσ νόμου ἀλλὰ κριτήσ. |
ROBINSON_ET_PIERPONT | 2019 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. |
STEPHANUS | 1550 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὑτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. |
SCRIVENER | 1894 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. |
KING_JAMES | 2020 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον: εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. |
APPARAT_CRITIQUE | 2016 | • 12° |
VATICANUS_A | 330 | εις εστιν νομοθετης και κριτης ο δυναμενος σωσαι και απολεσαι συ δε τις ει ο κρεινωˉ τον πλησιον |
VATICANUS_B | 330 | εις εστι νομοθετης και κριτης ο δυναμενος σωσαι και απολεσαι συ δε τις ει ο κρινωˉ τον πλησιον |
SINAITICUS_A | 360 | Εις εστιν ο νομοθετης και κριτης ο δυναμενος σωσαι και απολεσαι συ δε τις ει ο κρινων τον πλησιον |
ALEXANDRINUS_A | 390 | Εις εστιν ο νομοθετης και κριτης δυναμενος σωσαι και απολεσαι συ δε τισ̣ [ει] ο κρινων τον πλησιον |
NOUVELLE_DISPOSITION | 2023 | εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλησίον; |
NESTLE_ALAND_28 | 2016 | εἷς ἐστιν °ὁ νομοθέτης ⸋καὶ κριτὴς⸌ ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ °¹δὲ τίς εἶ ◆⸂ὁ κρίνων⸃ τὸν ⸀πλησίον; |
WESTCOTT_HORT | 1885 | εἷς ἔστιν νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον; |
SBL | 2011 | εἷς ⸀ἐστιν νομοθέτης ⸂καὶ κριτής⸃, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων⸃ τὸν ⸀πλησίον; |
TISCHENDORF | 1872 | εἷσ ἐστιν ὁ νομοθέτησ καὶ κριτήσ, ὁ δυνάμενοσ σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίσ εἶ, ὁ κρίνων τὸν πλησίον; |
ROBINSON_ET_PIERPONT | 2019 | Εἷς ἐστὶν ὁ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον; |
STEPHANUS | 1550 | εἷς ἐστιν ὁ νομοθέτης ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. σὺ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον; |
SCRIVENER | 1894 | εἷς ἐστιν ὁ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον; |
KING_JAMES | 2020 | Εἷς ἐστιν ὁ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι: σὺ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον; |
APPARAT_CRITIQUE | 2016 | • 13⸀ |
VATICANUS_A | 330 | Αγε νυν οι λεγοντες Σημερον η αυριον πορευσομεθα εις τηνδε την πολιν και ποιησομεν εκει ενιαυτον και εμπορευσομεθα και κερδησομεν |
SINAITICUS_A | 360 | Αγε νυν οι λεγοντες Σημερον η αυριον πορευσομεθα εις τηνδε την πολιν και ποιησωμεν εκει ενιαυτον και εμπορευσομεθα και κερδησομεν |
ALEXANDRINUS_A | 390 | Αγε νυν οι λεγοντες Σημερον̣ και αυριον πορευσωμεθα εις τηνδε την πολιν και ποιησωμεν ενιαυτον ενα και εμπορευσομεθα και κερδησομεν |
NOUVELLE_DISPOSITION | 2023 | Ἄγε νῦν οἱ λέγοντες· σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν, |
NESTLE_ALAND_28 | 2016 | Ἄγε νῦν οἱ λέγοντες· σήμερον ⸀ἢ αὔριον ⸁πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ⸀¹ποιήσομεν °ἐκεῖ ἐνιαυτὸν ⸆ καὶ ⸀²ἐμπορευσόμεθα καὶ ⸀³κερδήσομεν, |
WESTCOTT_HORT | 1885 | Ἄγε νῦν οἱ λέγοντες Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· |
SBL | 2011 | Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ αὔριον ⸀πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν ἐκεῖ ⸀ἐνιαυτὸν καὶ ⸀ἐμπορευσόμεθα καὶ ⸀κερδήσομεν· |
TISCHENDORF | 1872 | Ἄγε νῦν οἱ λέγοντεσ, σήμερον ἢ αὔριον πορευσόμεθα εἰσ τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· |
ROBINSON_ET_PIERPONT | 2019 | Ἄγε νῦν οἱ λέγοντες, Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν· |
STEPHANUS | 1550 | Ἄγε νῦν οἱ λέγοντες, Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν· |
SCRIVENER | 1894 | Ἄγε νῦν οἱ λέγοντες, Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσόμεθα, καὶ κερδήσομεν· |
KING_JAMES | 2020 | Ἄγε νῦν, οἱ λέγοντες, Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τήν πόλιν, καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν: |
APPARAT_CRITIQUE | 2016 | • 14⸀ |
VATICANUS_A | 330 | οιτινες ουκ επιστασθε της αυριον ποια ζωη υμων ατμεις γαρ εστε προς ολιγον φαινομενη επειτα και αφανιζομενη |
VATICANUS_B | 330 | οιτινες ουκ επιστασθε της αυριον ποια ζωη υμων ατμις γαρ εστε προς ολιγον φαινομενη επειτα και αφανιζομενη |
SINAITICUS_A | 360 | οιτινες ουκ επιστασθε το της αυριον Ποια η ζωη υμων η προς ολιγον φαινομενη επειτα και αφανιζομενη |
SINAITICUS_B | 360 | οιτινες ουκ επιστασθε το της αυριον Ποια γαρ η ζωη υμων η προς ολιγον φαινομενη επειτα και αφανιζομενη |
ALEXANDRINUS_A | 390 | οιτεινες ουκ επιστασθε τα της αυριον Ποια γαρ η ζωη υμων Ατμις εσται η προς ολιγον φαινομενη επειτα και αφανιζομενη |
NOUVELLE_DISPOSITION | 2023 | οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν – ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη – |
NESTLE_ALAND_28 | 2016 | οἵτινες οὐκ ⸀ἐπίστασθε ◆⸁τὸ τῆς αὔριον ποία ⸆ ἡ ζωὴ ⸀¹ὑμῶν – ⸂ἀτμὶς γάρ ἐστε⸃ ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα ⸀²καὶ ἀφανιζομένη – |
WESTCOTT_HORT | 1885 | οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη· |
SBL | 2011 | οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ τῆς αὔριον ⸀ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε ⸀ἡ πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα καὶ ἀφανιζομένη· |
TISCHENDORF | 1872 | οἵτινεσ οὐκ ἐπίστασθε τὸ τῆσ αὔριον ποία γὰρ ἡ ζωὴ ὑμῶν. ἀτμὶσ γάρ ἐστε ἡ πρὸσ ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη· |
ROBINSON_ET_PIERPONT | 2019 | οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρ ἡ ζωὴ ὑμῶν; Ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ καὶ ἀφανιζομένη. |
STEPHANUS | 1550 | (οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον· ποία γὰρ ἡ ζωὴ ὑμῶν; ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη·) |
SCRIVENER | 1894 | οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. ποία γὰρ ἡ ζωὴ ὑμῶν; ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη. |
KING_JAMES | 2020 | Οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρ ἡ ζωὴ ὑμῶν; Ἀτμὶς γάρ ἐστιν, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη. |
APPARAT_CRITIQUE | 2016 | • 15⸀ |
VATICANUS_A | 330 | αντι του λεγειν υμας Εαν ο Κ̅Σ̅ θελη και ζησομεν και ποιησομεν τουτο η εκεινο |
SINAITICUS_A | 360 | Αντι του λεγιν υμας Εαν ο Κ̅Σ̅ θεληση και ζησομεν και ποιησομεν τουτο η εκινο |
ALEXANDRINUS_A | 390 | Αντι του λεγειν υμας Εαν ο Κ̅Σ̅ θεληση και ζησομεν και ποιησομεˉ τουτο η κεινο |
NOUVELLE_DISPOSITION | 2023 | ἀντὶ τοῦ λέγειν ὑμᾶς· ἐὰν ὁ κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. |
NESTLE_ALAND_28 | 2016 | ἀντὶ τοῦ λέγειν ὑμᾶς· ἐὰν ὁ κύριος ⸀θελήσῃ καὶ ⸁ζήσομεν καὶ ⸀¹ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. |
WESTCOTT_HORT | 1885 | ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ κύριος θέλῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. |
SBL | 2011 | ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ, καὶ ⸀ζήσομεν καὶ ⸀ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. |
TISCHENDORF | 1872 | ἀντὶ τοῦ λέγειν ὑμᾶσ· ἐὰν ὁ κύριοσ θελήσῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. |
ROBINSON_ET_PIERPONT | 2019 | Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. |
STEPHANUS | 1550 | ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. |
SCRIVENER | 1894 | ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσομεν, καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. |
KING_JAMES | 2020 | Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσομεν, καὶ ποιήσομεν τοῦτο, ἢ ἐκεῖνο. |
APPARAT_CRITIQUE | 2016 | • 16⸀ |
VATICANUS_A | 330 | νυν δε καυχασθε εν ταις αλαζονιαις υμωˉ· πασα καυχησις τοιαυτη πονηρα εστιν |
VATICANUS_B | 330 | νυν δε καυχασθε εν ταις αλαζονειαις υμωˉ· πασα καυχησις τοιαυτη πονηρα εστιν |
SINAITICUS_A | 360 | Νυν δε κατακαυχασθε εν ταις αλαζονιαις υμων απασα καυχησεις τοιαυτη πονηρα εστιˉ |
ALEXANDRINUS_A | 390 | Νυν δε καυχασθε εν ταις αλαζονιαις υμωˉ πασα καυχησεις τοιαυτη πονηρα εστιν |
NOUVELLE_DISPOSITION | 2023 | νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
NESTLE_ALAND_28 | 2016 | νῦν δὲ ⸀καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· ⸁πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
WESTCOTT_HORT | 1885 | νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονίαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
SBL | 2011 | νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
TISCHENDORF | 1872 | νῦν δὲ καυχᾶσθε ἐν ταῖσ ἀλαζονίαισ ὑμῶν· πᾶσα καύχησισ τοιαύτη πονηρά ἐστιν. |
ROBINSON_ET_PIERPONT | 2019 | Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
STEPHANUS | 1550 | Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν. πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
SCRIVENER | 1894 | νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
KING_JAMES | 2020 | Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν: πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
VATICANUS_A | 330 | ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν |
SINAITICUS_A | 360 | Ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν |
ALEXANDRINUS_A | 390 | Ειδοτι ουν καλον ποι* και μη ποιουντι αμαρτια αυτω εστιˉ |
ALEXANDRINUS_B | 390 | Ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιˉ |
NOUVELLE_DISPOSITION | 2023 | εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. |
NESTLE_ALAND_28 | 2016 | εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. |
WESTCOTT_HORT | 1885 | εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν. |
SBL | 2011 | εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. |
TISCHENDORF | 1872 | εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. |
ROBINSON_ET_PIERPONT | 2019 | Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν. |
STEPHANUS | 1550 | εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. |
SCRIVENER | 1894 | εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν. |
KING_JAMES | 2020 | Εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. |